Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
Ἀμμωνιακοῦ θυμιάματος 〈· α′ μετ’ ὀξυκράτου — αἷμα
δὲ ἄγει δι’ οὔρων —, ἀριστολοχείας 〈· α′ μετ’ ὀξυκράτου, ἀσπλήνου τοῦ σκολοπενδρίου καλουμένου τὸ ἀπόζεμα μετ’ ὄξους ἐπὶ ἡμέρας λ′· τήκει βαλάνου μυρεψικῆς 〈· α′ μετ’ ὀξυκράτου — ἔστιν 〈δὲ〉 κακοστόμαχος καὶ ἐμετικὴ —, ξυλοβαλσάμου ἀπόζεμα μετ’ οἴνου, βουνίου τὰ φύλλα καὶ ἡ ῥίζα χυλισθεῖσα σὺν ὀξυμέλιτι, ἐρυθροδάνου καρπὸς καὶ ἡ ῥίζα σὺν οἴνῳ, ἴρεως 〈· α′ σὺν ὀξυκράτῳ, σὰρξ ἐχίνου χερσαίου ἐσκελετευμένη μετ’ οἴνου, σμυρνίου σπέρμα μετ’ οἴνου, θέρμων ἀπόζεμα καθ’ ἑαυτό·καππάρεως ὁ ἐκ τῶν ἀπίων καρπὸς ἐπὶ ἡμέρας λ′ μετ’ οἴνου καὶ ἡ ῥίζα ὁμοίως — ἄγει δὲ ὁμοίως αἷμα καὶ διὰ κοιλίας καὶ οὔρων —, κέστρου 〈· α′ μετ’ ὄξους, κηκὶς ὀμφακίνη σὺν ὀξυκράτῳ, ὀριγάνου ἀπόζεμα, κουραλλίου 〈· α′ σὺν ὕδατι, κράμβη ὠμὴ μετ’ ὄξους ἐσθιομένη, κροκοδιλείου ῥίζα πινομένη — αἷμα δὲ ἄγει διὰ ῥινῶν —, κυκλαμίνου τῆς κισσανθέμου καρποῦ λεανθέντος πεπείρου καὶ εἰς τροχίσκους ἀναλημφθέντος ξηροῦ 〈·α′ μετ’ οἴνου ἐπὶ ἡμέρας μ′ τήκει κούφως ἐξαιρουμένου καὶ κατὰ κοιλίαν ἐκδιδομένου·
λεπίδος σιδήρου 〈· α′ μετ’ ὄξους, λογχίτιδος σὺν ὄξει ἀποζεσθείσης τὸ ἀπόζεμα, μίλτου Λημνίας 〈· α′ σὺν ὀξυκράτῳ, μυρίκης ἀπόζεμα ἢ τὸ σπέρμα σὺν οἴνῳ ποθέν, καὶ ποτηρίῳ 〈τῷ〉 ἀπὸ τοῦ μυρικίνου ξύλου ὠφελίμως χρήσαιτο ἄν τις ἐν αὐτῷ πίνων καὶ κανῷ τῷ ἐκ ῥάβδων μυρικίνων πεπλεγμένῳ εἰς τὴν τῶν ἄρτων ἐπίθεσιν·