Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
ὠφελοῦνται δὲ οἱ εἰλεώδεις ἰρίνῳ μύρῳ ποτιζόμενοι, ἀσφάλτῳ μεθ’ ὕδατος ἢ ἐλαίῳ μεθ’ ὕδατος καὶ νίτρου· πάνακος 〈· β′, νίτρου 〈· α′, κυμίνου 〈· β′, μέλιτι μείξας δίδου καρύου Ποντικοῦ τὸ μέγεθος σὺν ὕδατι θερμῷ.
(46) κολικοῖς 〈δὲ〉 ἐν αὐτοῖς τοῖς παροξυσμοῖς δίδου διαφανὲς καύσας καὶ λειώσας κοχλιάριον ἓν δι’ ὕδατος θερμοῦ, ἢ ἐχίνων θαλασσίων καέντων ὁμοίως, ἢ 〈κόπρον〉 κυνείαν λευκὴν καὶ νίτρον διαλύσας δι’ ὕδατος θερμοῦ πεπέρεως ὀλίγον ἐπιπάσσων, ἢ χελιδόνων κόπρον λειώσας ὁμοίως.
(47) κοιλίας δὲ ῥεούσας χρονίως ἐφίστησιν πινόμενα σὺν οἴνῳ· ἄγνου σπέρματος 〈· α′, ἀγρώστεως τῆς ἐν Παρνασσῷ ῥίζης 〈· α′, ἀγχούσης φύλλα, ἀδιάντου χύλισμα, ἀειζώου χυλὸς σὺν λιβανωτῷ, ἀκακίας χυλίσματος 〈· α′, ὑποκιστίδος 〈· α′, ῥοὸς χυλοῦ 〈· α′, ἀκάνθης λευκῆς 〈· α′, ἀκάνθου 〈τοῦ〉 παιδέρωτος ῥίζα, ὑακίνθου σπέρμα·