Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
(43) καταπλασσόμενα δὲ ὠφελεῖ τοὺς στροφουμένους· κύμινον λεῖον ἱκανὸν μιγὲν ὀροβίνῳ ἀλεύρῳ ὠμῆς λύσεως τρόπον. ὠφελεῖ δὲ καὶ τοῦτο· κάρυον βασιλικὸν πυρωθὲν σὺν τῷ κελύφει καὶ περιειληθὲν ἐρίῳ ἢ ὀθονίῳ καὶ ἐπιτεθὲν κατὰ τοῦ ὀμφαλοῦ, πίτυρα σὺν πηγάνου ἀποζέματι καὶ ὄξει, τῆλις ἢ λινόσπερμον σὺν μελικράτῳ, τέφρα θερμὴ βληθεῖσα εἰς τρυβλίον καὶ ζεσθεῖσα 〈ἐν〉 ὄξει· δεῖ δὲ περιτιθέντας ὠμόλινον διπλοῦν περικαθάπτειν τὸ τρυβλίον τῷ ἀλγοῦντι μέρει.
(44) κολικοὺς δὲ θεραπεύει πινόμενα· ἄμι μετ’ οἴνου, ἀλεκτορίδων ἄφοδος φωκτὴ μετ’ οἴνου, ἀρκευθίδες ἐσθιόμεναι καὶ πινόμεναι, ἰτέας καρπὸς καὶ τὰ φύλλα μετ’ οἴνου καὶ ὀλίγου πεπέρεως ἢ τὸ ἀφέψημα τῶν φύλλων, πετροσελίνου ἢ πολίου ἀφέψημα μετὰ ὕδατος, κοχλίας Λιβυκὸς σὺν τῷ ὀστράκῳ λεῖος μετὰ σμύρνης ὀλίγης καὶ πεπέρεως καὶ οἴνου ποθείς, τήλεως ἠλεσμένης κοχλιάρια δύο μεθ’ ὕδατος.
(45) εἰλεώδεις δὲ ὠφελεῖ ἐνιέμενα· ἔλαιον πηγάνου αὐτῷ ἐναφεψηθέντος ἢ ἀψινθίου, σῦκα ξηρὰ μετ’ ἐλαίου καὶ πηγάνου ἑψηθέντα, κύμινον σὺν ἐλαίῳ ἑψηθέν. τοὺς δὲ χρονίους ὠφελεῖ κολοκυνθὶς ἀφεψηθεῖσα σὺν ὕδατι καὶ ἐγκλυσθεῖσα, ἀσφάλτου 〈· δ′ μετὰ ὕδατος ὁμοίως ἐγκλυσθεῖσαι.