Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
κρίθινον ἄλευρον σὺν μελιλώτῳ καὶ κωδύαις μήκωνος ἑψηθὲν ἐν μελικράτῳ, χαλβάνη ἢ ῥητίνη τερμινθίνη ἐπιτεθέντα καθ’ ἑαυτὰ ἀντὶ μαλάγματος, ῥίζα κράμβης καεῖσα σὺν τοῖς καυλοῖς, ἀναλημφθείσης τῆς τέφρας ὀξυγγίῳ παλαιῷ καὶ ἐπιτεθείσης, κυπάρισσος σὺν πηγάνου φύλλοις, σαγαπηνὸν ἀναλημφθὲν κηρωτῇ μυρσινίνῃ, πράσιον ὁμοίως, τέφρα κληματίνη σὺν ὀξυγγίῳ, κυπαρίσσου φύλλα ἁπαλὰ καὶ σῦκα καὶ ὀξύγγιον ἴσα, ἢ θαψίας χυλῷ τὸν θώρακα κατάχριε πρὸς ὀλίγον.
μάλιστα δὲ ποιεῖ ἐπὶ τῶν περιπνευμονικῶν κώδιον περιχρισθὲν πίσσῃ ὑγρᾷ, καὶ θείου ἀπύρου καταχρισθέντος καὶ ἐπικαταπασθέντος τῇ πίσσῃ, καὶ ἐπιτεθέν· δεῖ δὲ τὰ μέσα τοῦ κωδίου χρίειν, ἵνα μὴ διαρρέῃ ἡ πίσσα. καὶ ὁ τῶν σωματεμπόρων δὲ δρώπαξ ὠφελεῖ καταχριόμενος, καὶ κονία ἀσβέστου ὄξει γλοιωθεῖσα καὶ ἀναλημφθεῖσα κηρωτῇ κυπρίνῃ, 〈καὶ〉 σπύραθοι αἴγειαι σὺν ὄξει μιγέντος ὀποῦ Μηδικοῦ ὀλίγου.
(36) περιπνευμονικοὺς δὲ ὠφελεῖ δρακοντίου ῥίζα ἢ
ἄρου ἑφθὴ ἐσθιομένη σὺν μέλιτι, κνίδης σπέρμα σὺν μέλιτι ἐκλειχόμενον, ἀμύγδαλα πικρὰ σὺν ὕδατι πινόμενα 〈ἢ〉 ἐκλειχόμενα σὺν ῥητίνῃ τερμινθίνῃ, βαλσάμου καρποῦ δραχμὴ μεθ’ ὕδατος, ἀψινθίου ἀπόζεμα ποθὲν μετὰ ἴρεως ἢ ὑσσώπου ὁμοίως, κνίδης φύλλα μετὰ πηγάνου ἀποζέματος ἢ σὺν μέλιτι ἐκλειχόμενα, πολυγόνου χυλὸς καταρροφούμενος συνεχῶς, ἢ μελίκρατον πινόμενον ἀπεζεσμένον.