Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

κέστρου φύλλων 〈· α′ μεθ’ ὑδρομέλιτος, κλινοποδίου ἀπόζεμα, κόστου 〈· α′ μετ’ οἴνου καὶ ἀψινθίου, κρίνου ῥίζα σὺν μέλιτι, λιβανωτίδος ῥίζα, λίθος σάπφειρος πινόμενος, ἴρεως ῥίζα σὺν γλυκεῖ ὀπὸς σιλφίου μετὰ κονίας ὑλιστῆς· ὀποπάναξ μετὰ πρασίου 〈ἢ〉 ὀριγάνου ἀποζέματος, μῶλυ λεῖον σὺν πεπέρει καὶ ὀλίγῃ σμύρνῃ μετ’ οἴνου ὀλίγου ἢ ὕδατος, σαγαπηνοῦ δραχμὴ σὺν ὑδρομέλιτι, σέσελι σὺν οἴνῳ, σκόρδιον σὺν ῥητίνῃ καὶ καρδάμῳ καὶ μέλιτι.

(35) πλευριτικοὺς δὲ ὠφελεῖ πινόμενα· ἀγαλόχου 〈· α′ μεθ’ ὑδρομέλιτος, Αἰθιοπίδος ῥίζα ἐν μελικράτῳ ἑψηθεῖσα, ἀκόρου ῥίζης 〈· α′ μετὰ τριφύλλου καρποῦ τοῦ ἴσου ὁμοίως, Κενταυρείου ῥίζης 〈· α′ ὁμοίως, ἀβροτόνου ἀπόζεμα μεθ’ ὑδρομέλιτος, σαγαπηνοῦ 〈· α′ ὁμοίως, κνίδης σπέρμα σὺν μέλιτι ἐκλειχόμενον, βρυωνίας ῥίζα σὺν μέλιτι ὁμοίως, ὑπερικοῦ σπέρμα ποθὲν σὺν ὕδατι, ὑὸς ἄφοδος ἀνεθεῖσα ὕδατι καὶ ποθεῖσα καὶ τὰ

λίαν χρόνια ἀλγήματα λύει, ἀριστολοχείας ῥίζα ποθεῖσα μετὰ ὕδατος, ἄρου ῥίζα ἑφθὴ ἐσθιομένη, δρακοντίου ὁμοίως, ἀσφοδέλου ῥίζα μετ’ οἴνου. ἐπὶ δὲ τῶν κεχρονισμένων βαλσάμου καρποῦ δραχμὴ σὺν μελικράτῳ, Κενταυρείου τοῦ μεγάλου 〈· β′ τῆς ῥίζης σὺν οἴνῳ, λευκακάνθης ῥίζης χυλοῦ κυ′ α′ σὺν μελικράτῳ, ῥίζα πευκεδάνου ἐκλειχομένη σὺν μέλιτι, πετροσελίνου ὁμοίως·

πηγάνου ἀπόζεμα 〈ἢ〉 ἀνήθου ἢ στοιχάδος ἢ συμφύτου σὺν μελικράτῳ, τριφύλλου καρπὸς καὶ τὰ φύλλα σὺν μελικράτῳ, τραγορίγανος ἀποβρεχθεῖσα καὶ περιπνευμονικοὺς ὠφελεῖ μετὰ ὑδρομέλιτος, ψευδοβουνίου κλωνία τρία ὁμοίως, σαγαπήνου 〈· α′ μετὰ πηγάνου ἀποζέματος. καταπλασσόμενα δὲ ὠφελεῖ τοὺς πλευριτικούς·