Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
(130) συγχριόμενα δὲ κωλύει θηρία προσάγειν καὶ διώκει· ἀλθαίας καρπὸς μετὰ ἐλαίου καὶ ὄξους, δαφνίδες σὺν ἐλαίῳ καὶ ὄξει, χαλβάνη καὶ κεδρίδες σὺν ἐλαφείῳ μυελῷ ἢ στέατι, πάνακος Ἀσκληπιαδείου καρπὸς καὶ ἄνθη σὺν ἐλαίῳ καὶ ὀπῷ· μολόχης φύλλοις λείοις σὺν ἐλαίῳ ἀλειψάμενος ἄπληκτος ὑπὸ σφηκῶν καὶ μελισσῶν. διαμένει. ποιοῦσιν καὶ κάμπαι αἱ ἐπὶ τῶν λαχάνων σὺν ἐλαίῳ συγχριόμεναι λεῖαι.
(131) ἀδήκτους δὲ ὑπὸ ἑρπετῶν τηρεῖ ἐλάφου ἄρρενος αἰδοίου ξηροῦ 〈 α′ πινομένη σὺν οἴνῳ, ἐχίου ῥίζα ποθεῖσα, σταφυλίνου ἀγρίου σπέρμα βρωθέν· δρακοντίου τῆς ῥίζης χυλᾶ ἐὰν τις συγχρίσῃ τὰς χεῖρας, αἴροι ἄν ὁ τοιοῦτος ἀλύπως ἐχίδνας, ἤ πευκεδάνου ὀπῷ ὅλος συγχρίσηται.
(132) ἐνδέματα καὶ ἀντιπαθῆ ἱστορεῖται ὠφελεῖν πρὸς σκορπιοπλήκτους· ἡλιοτροπίου τοῦ μεγάλου τοῦ σκορπιούρου 〈καλοθμένου〉 ἡ ῥίζα περιαπτομένη. νεκροῖ δὲ σκορπίον ἀκόνιτον προσαχθέν — διεγείρει δὲ ἐλλέβορος λευκός , ἀκάνθης λευκῆς σπέρμα περιαπτόμενον. θηρία 〈δὲ〉 διώκει λίθος ὀφίτης περιαπτόμενος· ἀπόνους ποιεῖ μυελὸς ἐλάφειος περιχριόμενος, ὀξαλίδος ῥίζα προστεθεῖσα, φιλεταιρίου ῥίζα περιαοθεῖσα ὑπό σκορπίου κωλύει ὅλως τι πάσχειν.