Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
(126) σκορπίου θαλασσίου πληγὴν ἰᾶται θεῖον ἄπυρον σὺν ὄξει ἀνατριβόμενον, ἢ τρίγλα ἀνασχισθεῖσα καὶ ἐπιτεθεῖσα, δαφνίδες γ′ πινόμεναι 〈λεῖαι〉. (127) ἀσκαλαβώτου δῆγμα ιἆται σήσαμον καταπλασθὲν λεῖον.
(128) διώκει δὲ τὰ θηρία ὑποστρωννύμενα· ἀβρότονον, ἄγνος, ἔχιον, καλαμίνθη, κόνυζα, ὀρίγανον, ἕρπυλλον, πόλιον, ἀσφόδελος. θυμιώμενα δέ· ἄγνου φύλλα, ἄσφαλτος, βδέλλιον, ἐλάφου κέρας, καλαμίνθη, καρδάμωμον, χαλβάνη, καστόριον, κόνυζα, κυπαρίσσου ἢ κέδρου πρίσματα, γαγάτης λίθος, Αυσιε μάχειος, μελάνθιον, πευκέδανον, σαγαπηνόν, πόλιον.
(129) κτείνει δὲ θηρία προστεθέντα· χαλβάνη σὺν σφονδυλίῳ
καὶ ἐλαίῳ· καρκίνοι τριφθέντες σὺν ὠκίμῳ καὶ προστεθέντες σκορπίους κτείνουσιν· λυχνὶς ἀγρία παρατεθεῖσα σκορπίους σκοτίζει· σταφυλίνου ἀγρίου σπέρμα προστεθέν.