Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(1)τοὺς χρονίως καυσουμένους τὸν στόμαχον ὠφελεῖ ἅμα καὶ δίψαν παύει γλυκυρρίζης χυλὸς πινόμενος καὶ 〈αὐτὴ〉 ἡ ῥίζα σὺν ὕδατι, ἑλίκων ἀμπέλου ἀπόβρεγμα, ἀνδράχνης χυλὸς καὶ αὐτὴ ἐσθιομένη, σέριδος χυλὸς καταρροφούμενος, πολυγόνου χυλὸς ὁμοίως. ἐπὶ δὲ τῶν ἐξ ἀσθενείας ἀναλαμβανόντων δίψαν παύει κράμβη ἐσθιομένη ἔνωμος, σῦκα ἁπαλά, στρόβιλοι ἐσθιόμενοι, σύμφυτον πετραῖον διαμασώμενον.

(1)καταπλασσόμενα δὲ ὠφελεῖ στομάχους καυσουμένους καθ’ ἑαυτὰ καὶ σὺν ἀλφίτῳ· ἀειζώου ῥίζα, κοτυληδόνος φύλλα, κύπρου φύλλα, πολύγονον, σέρις, σόγχος, σέλινον, στρύχνον κηπαῖον, ἕλικες ἀμπέλου καὶ τὰ φύλλα, ἀνδράχνη μετ’ ἀλφίτου ἢ ἄρτου, φύλλα ἀμπέλου καθ’ ἑαυτὰ ἐξ ὕδατος ψυχροῦ, ἐλάτη λεία σὺν ἀλφίτοις.

(2)τοὺς δὲ τὴν ἐπιφάνειαν καυσουμένους ὠφελεῖ κολοκύνθης ξυσμάτων ὁ χυλὸς μετὰ ῥοδίνου, ἢ ὄμφακος χυλὸς σὺν ῥοδίνῳ.