Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

Μαρμαρίδες 〈δὲ〉 ὑγροῖς ξύλοις ἐλαίνοις περικεχυμένοις καίουσιν θερμαίνοντες αὐτά, ὥστε μὴ καίεσθαι, θερμὰ δὲ καὶ ἔνικμα γίνεσθαι. Πάρθοι δὲ μολυβδοῦν σωλῆνα ποιήσαντες ἀπύθμενον ἔχοντα ὦτα ἐπὶ τὰ ἀλγοῦντα ἐπιτιθέασι, προυποχρίσαντες τὴν βάσιν τοῦ σωλῆνος στέατι πρὸς τὸ μὴ παρεκρυῆναι τὸ ἔλαιον· περιβάλλουσι δὲ ἱματίοις ἐπιμελῶς πρὸς τὸ μὴ βλάπτεσθαι ὑπὸ τῶν ἀπορραινομένων ῥανίδων·

ἔπειτα καθιᾶσι ζεστὰ καυστήρια τεσσαράκοντα ἢ πεντήκοντα, ἄχρις ἂν οὗ αἴσθησίς τις περὶ τὸν τόπον γένηται· περιμάττουσι δὲ καὶ τὸ πρόσωπον ψυχρῷ ὕδατι διὰ τοὺς ἐκ τῆς θερμασίας ἐπιγινομένους ἱδρῶτας, καὶ διὰ τοῦτο περιβεβλῆσθαι δεῖ 〈καὶ〉 μὴ λίαν πληροῦν τὸν σωλῆνα· ὑπερχεῖται γὰρ ἐν τῇ ζέσει.

καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον, τὰ δὲ λοιπὰ ἐν τῷ ἑξῆς διελευσόμεθα.

τὴν τῶν ἁπλῶν φαρμάκων ἐνέργειαν ἐν δυσὶν καταχωρίσαντες βιβλίοις, τιμιώτατε Ἀνδρόμαχε, καὶ ἀμφότερα σοὶ ἀναθέντες, ἐπελθόντες τε ἐν τῷ πρὸ τούτου βοηθήματα ἁρμόζοντα τοῖς περὶ κεφαλὴν καὶ ὀφθαλμοὺς καὶ ἀρτηρίαν καὶ τὴν λοιπὴν ἐπιφάνειαν συνισταμένοις πάθεσιν, ἐν τούτῳ περὶ τῶν λειπομένων διευκρινήσομεν, ἀρξάμενοι ἀπὸ τῶν περὶ τὸν στόμαχον συνισταμένων παθῶν, προδιαστειλάμενοι, ὅτι ἐπὶ τῶν πινομένων, ἐφ’ ὧν τὰς ποσότητας οὐ προσγράφομεν, ἡ μὲν ἐλαχίστη πόσις ἐστὶ τριώβολον, ἡ δὲ μέση δραχμὴ μία, ἡ δὲ τελεία δραχμαὶ δύο.