Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

ὀμφάκιον, λεπὶς χαλκοῦ καὶ σιδήρου, καδμεία καεῖσα καὶ σβεσθεῖσα οἴνῳ, στυπτηρίαι πᾶσαι καεῖσαι καὶ μάλιστα 〈ἡ〉 σχιστή, οἴσυπος κεκαυμένος, οὔρου ἀνδρείου ὑποστάθμη σὺν κυπρίνῳ μύρῳ. (47) ξύειν δὲ δεῖ τὰ τετυλωμένα ἐκστρέφοντα τὰ βλέφαρα ἐρινεοῦ φύλλοις τραχέσιν, ἢ σμιλίῳ, ἢ σηπίας ὀστράκῳ σχηματισθέντι εἰς κολλούριον, καὶ ἰῷ ἀναλημφθέντι κόμμει εἰς κολλούριον.

(48) μίλφους δὲ καὶ τὰ βεβρωμένα βλέφαρα ὠφελεῖ ἀμόργη ἑψηθεῖσα καὶ ἐγχριομένη· ἢ λύκιον 〈Ἰνδικόν〉, Ἀρμένιον, 〈δ’〉 σὺν ὕδατι ἐγχριόμενον καὶ τὰς τρίχας αὔξει· χυλὸς θαλλίας, ἰὸς σιδήρου ἐπὶ πολλὰς ἡμέρας ἐν ἡλίῳ τριβεὶς μετὰ οἴνου καὶ

σμύρνης ⟨καὶ〉 εἰς κολλούριον ἀναπλασθείς, κρομύου χυλὸς σποδίῳ ἀναλημφθείς, λεπὶς χαλκοῦ· ἢ καδμεία λεπτὴ ἀναλημφθεῖσα μέλιτι καὶ καεῖσα ἐν χυτριδίῳ καινῷ πηλᾷ τε κεραμικῷ πεπωμασμένῳ, ἔπειτα ὀπτηθεῖσα ἐπ’ ἀνθρακώματος μιγέντων αὐτῇ χαλκοῦ κεκαυμένου ἴσου καὶ στίβεως ἐξ ἡμίσους μέρους.

(49) ξηροφθαλμίαν δὲ καὶ κνησμοὺς ἰάσει ψωρικῷ λείῳ προσαπτόμενος, ἢ λεπίδι λείᾳ πεπλυμένη σὺν καδμείᾳ κεκαυμένῃ καὶ πεπέρει, ἢ ἀλόῃ σὺν πεπέρει, ἢ σιδήρου ἰῷ ξηρῷ, ἤ ὀμφακίῳ ξηρῷ λείῳ ὁμοίως.

(50) τὰ δὲ λεπρώδη πάθη τῶν βλεφάρων ὑγιάζει συκῆς ὀπὸς καταχριόμενος.