Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
(42) οὐλὰς δὲ σμήχει ἐγχριόμενα ἰδίως· ἁλκυόνιον Μιλήσιον σὺν μέλιτι, Ἀμμωνιακὸν 〈θυμίαμα〉 λεανθὲν σὺν οἴνῳ καὶ μέλιτι, ἀνεμώνης ῥίζα τῆς στρογγύλης σὺν μέλιτι, ἀναγαλλίδος φοινικῆς χυλὸς ὁμοίως, πηγάνου ἀγρίου χυλὸς ἐγχριόμενος.
(43) ἁρμόζει δὲ ἐσθιόμενα ἀμβλυωποῦσι ταῦτα· ἐχίδνης σὰρξ ἑφθή, θύμον, κράμβης καυλοὶ ὠμοί, ῥάφανος, μάραθον, κρόμυον, κάρδαμον, καὶ πάντα καθόλου τὰ δριμέα, ὄξος σκιλλιτικόν. φυλάσσεσθαι δὲ δεῖ καὶ τὰ ἐπιτείνοντα τὰς ἀμβλυώσεις ἐσθιόμενα· ἔστι δὲ ἄνηθον καὶ τὸ σπέρμα αὐτοῦ, φακός, ἐλαῖαι μέλαιναι, θρίδαξ, πράσον κεφαλωτόν, σέλινον, ὤκιμον.
(44) νυκτάλωπας δὲ ἐγχριόμενα ὠφελεῖ· αἶμα τρυγόνος, φάσσης, περιστερᾶς, πέρδικος ἢ αἰγὸς ἀγρίας καὶ τράγου· ἥπατος αἰγέιου ὁ ἐν τῇ ὀπτήσει ἰχὼρ ἀπορρέων ἐγχριόμενος, καὶ αὐτὸ
τὸ ἧπαρ ἐσθιόμενον, καὶ ἡ ἀτμὶς δὲ αὐτοῦ ἑψομένου ἑλκομένη ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς· ὠφελεῖ δὲ καὶ ἐλατήριον λεῖον σὺν μέλιτι ἐγχριόμενον.(45) πτερύγια δὲ τὰ ἐν ὀφθαλμοῖς τήκει προσαγόμενα· κίσηρις ὀπτὴ λεία, σηπίας ὄστρακον λεῖον, ἢ ἅλες καὶ καδμεία λεία, ἅπάντα ἴσα. (46) τὰ δὲ τραχέα βλέφαρα λεπτύνει ἐγχριόμενα σὺν μέλιτι λεῖα — δεῖ δὲ πυριᾶν ὕδατι μετὰ τὴν ἔγχρισιν, μέχρι παύσωνται δακνόμενοι —· ἰὸς χαλκοῦ καὶ σιδήρου σκωρία κεκαυμένη, χάλκανθος κεκαυμένη, μίσυ κεκαυμένον, χαλκῖτις κεκαυμένη·