Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
(214) αἱμορροίδας 〈δὲ〉 αἴρει θαυμαστῶς τοῦτο· κωνείου ξηροῦ 〈·β′, ὑοσκυάμου χυλίσματος 〈·δ′, στυπτηρίας σχιστῆς 〈·β′ χαλκάνθου κεκαυμένου 〈·β′, Σινωπίδος 〈·α′, ψιμυθίου 〈·α′, κηρωταρίῳ ῥοδίνῳ ἀναλημφθέντα καὶ ἐπιτεθέντα· ῥοᾶς
ὀξείας λέπη λεῖα σὺν ὄξει ἐπιπλασθέντα· ἂν δὲ ἐνδοτέρω ὦσιν, ὡς μαζίον ποιήσας ἐντίθει.ποιεῖ δὲ καὶ τοῦτο θαυμαστῶς· σανδαράκης 〈· η′, ἀρσενικοῦ χρυσίζοντος 〈· η′, ἐπίχριε προεσχηματισμένῳ· ἀπονεκροῦται 〈γὰρ〉 καὶ ἀποπίπτει ἐν ἡμιωρίῳ ἀποξηραινομένη καὶ ἐκ τῆς βάσεως ἀποκυλιομένη· ἀνίεται δὲ στακτῇ 〈καὶ〉 κύκλῳ χρίεται κηρωτῇ· γίνεται δὲ ἢ ἐν ἡλίῳ ἢ παρὰ πυρί.
(212) ἐπέχει δὲ αἱμορροίδας παραχρῆμα· ἀκακίας κιρρᾶς 〈· δ′, μολυβδαίνης 〈· δ′, τραγακάνθης 〈·β′, κατὰ ἓν λειώσας ἕκαστον, εἶτα μείξας καὶ δεύσας ὕδατι ἔμπλασσε εἰς μοτὸν ἢ ἔριον καὶ ἐπιτίθει. προσκλύσματι δὲ χρῶ χαλκάνθῳ ἢ κηκῖδι 〈καὶ〉 στυπτηρίᾳ, ἴσοις λείοις διειμένοις θερμῷ ὀξυκράτῳ ἢ ὕδατι καὶ προσκλυζομένοις.