Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
(211) διαχεῖ δὲ θρόμβους τοὺς ἐκ τραυμάτων ἐν βάθει γινομένους ἢ 〈ἐν〉 κοιλίᾳ ἢ κύστει· κονία συκίνη μετὰ ὕδατος ποθεῖσα, θύμβρα 〈ἢ〉 θύμος ἐν ὀξυκράτῳ, ἑλιχρύσου ἀπόζεμα ἐν οἰνομέλιτι, [ἢ] ὀπὸς σιλφίου λεῖος σὺν ὀξυκράτῳ ἢ ὕδατι πινόμενος.
(212) ἐφίστησι δὲ πλεοναζούσας αἱμορροίδας ἀλόη καταπασθεῖσα, λεπὶς σιδήρου, λιβανωτίδος φύλλα, λίθος Ἀραβικός — ἔστι δὲ ὅμοιος ἐλέφαντι —, μόλυβδος κεκαυμένος, ὀξυκράτου ἐπαντλήσεις καὶ τῶν λοιπῶν στυμμάτων.
(213) ἀναστομοῖ δὲ αἱμορροίδας μυττωτὸν ἐσθιόμενον, ἀμαράκινον ἢ ἴρινον περιχριόμενον· ἐρεθίζει αὐτὰς καὶ χολὴ βοεία ὡς βάλανος προστεθεῖσα, καὶ πρὸ τῆς χειρουργίας δὲ περιχρισθεῖσα· κατέχει δὲ καὶ οὐκ ἐᾷ ἐκτρέπεσθαι αὐτάς, ὁμοίως κυκλαμίνου χυλός.