Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Ὡς δὲ πάντα ἕτοιμα ἦν καὶ κρεμᾶν τὴν κόρην ἤθελον, ψόφος τῆς ὕλης ἠκούετο καὶ ἀνθρώπων κτύπος. Ἦν δὲ ὁ τῆς εἰρήνης τῆς ἐν Κιλικίᾳ προεστώς, Περίλαος τοὔνομα, ἀνὴρ τῶν τὰ πρῶτα ἐν Κιλικίᾳ δυναμένων.
Οὗτος ὁ Περίλαος ἐπέστη τοῖς λῃσταῖς μετὰ πλήθους πολλοῦ καὶ πάντας ἀπέκτεινεν, ὀλίγους δὲ καὶ ζῶντας ἔλαβε· μόνος δὲ ὁ Ἱππόθοος ἠδυνήθη διαφυγεῖν ἀράμενος τὰ ὅπλα.
Ἔλαβε δὲ τὴν Ἄνθειαν Περίλαος καὶ πυθόμενος τὴν μέλλουσαν συμφορὰν ἠλέησεν· εἶχε δὲ ἄρα μεγάλης ἀρχὴν συμφορᾶς ὁ ἔλεος Ἀνθείας· ἄγει δὲ αὐτὴν καὶ τοὺς συλληφθέντας τῶν λῃστῶν εἰς Ταρσὸν τῆς Κιλικίας.
Ἡ δὲ συνήθης αὐτὸν τῆς κόρης ὄψις εἰς ἔρωτα ἤγαγε, καὶ κατὰ μικρὸν ἑαλώκει Περίλαος Ἀνθείας. Ὡς δὲ ἧκον εἰς Ταρσόν, τοὺς μὲν λῃστὰς εἰς τὴν εἱρκτὴν παρέδωκε, τὴν δὲ Ἄνθειαν ἐθεράπευεν. Ἦν δὲ οὔτε γυνὴ τῷ Περιλάῳ οὔτε παῖδες, καὶ περιβολὴ χρημάτων οὐκ ὀλίγη.
Ἔλεγεν οὖν πρὸς τὴν Ἄνθειαν ὡς πάντα ἂν αὐτὴ γένοιτο Περιλάῳ, γυνὴ καὶ δεσπότις καὶ παῖδες.