Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Ἐν δὲ τούτῳ τις ἧκεν ἀπὸ τῆς Συρίας οἰκέτης παρὰ τῆς Μαντοῦς γράμματα κομίζων τῷ πατρὶ Ἀψύρτῳ τάδε

Ἔδωκάς με ἀνδρὶ ἐν ξένῃ· Ἄνθειαν δέ, ἣν μετὰ τῶν ἄλλων οἰκετῶν ἐδωρήσω μοι, πολλὰ διαπραξαμένην κακὰ εἰς ἀγρὸν οἰκεῖν ἐκελεύσαμεν. Ταύτην συνεχῶς ἐν τῷ χωρίῳ θεώμενος ὁ καλὸς Μοῖρις ἐρᾷ· μηκέτι δὲ φέρειν δυναμένη μετεπεμψάμην τὸν αἰπόλον καὶ τὴν κόρην πραθῆναι ἐκέλευσα ἐν πόλει τινὶ τῆς Συρίας.

Ταῦτα μαθὼν ὁ Ἁβροκόμης οὐκέτι μένειν ἐκαρτέρει· λαθὼν οὖν τὸν Ἄψυρτον καὶ πάντας τοὺς κατὰ τὸν οἶκον εἰς ἐπιζήτησιν τῆς Ἀνθείας ἔρχεται. Ἐλθὼν οὖν ἐν τῷ ἀγρῷ ἔνθα μετὰ τοῦ αἰπόλου ἡ Ἄνθεια διέτριβεν, ἄγει δὴ παρὰ τὸν αἰγιαλὸν τὸν Λάμπωνα τὸν αἰπόλον, ᾧ πρὸς γάμον ἐδεδώκει τὴν Ἄνθειαν ἡ Μαντώ, ἐδεῖτο δὲ τοῦ Λάμπωνος εἰπεῖν αὐτῷ εἴ τι οἶδε περὶ κόρης ἐκ Τύρου.

Ὁ δὲ αἰπόλος καὶ τοὔνομα εἶπεν ὅτι Ἄνθεια καὶ τὸν γάμον καὶ τὴν εὐσέβειαν τὴν περὶ αὐτὴν καὶ τὸν Μοίριδος ἔρωτα καὶ τὸ πρόσταγμα τὸ κατʼ αὐτῆς καὶ τὴν εἰς Κιλικίαν ὁδόν· ἔλεγέ τε ὡς ἀεί τινος Ἁβροκόμου μέμνηται ἡ κόρη. Ὁ δὲ αὐτὸν ὅστις ἦν οὐ λέγει, ἕωθεν δὲ ἀναστὰς ἤλαυνε τὴν ἐπὶ Κιλικίας ἐλπίζων Ἄνθειαν εὑρήσειν ἐκεῖ.

Οἱ δὲ περὶ τὸν Ἱππόθοον τὸν λῃστὴν ἐκείνης μὲν τῆς νυκτὸς ἔμεινον εὐωχούμενοι, τῇ δὲ ἑξῆς περὶ τὴν θυσίαν ἐγίνοντο. Παρεσκευάζετο δὲ πάντα καὶ ἀγάλματα τοῦ Ἄρεος καὶ σῦλα καὶ στεφανώματα·

ἔδει δὲ

τὴν θυσίαν γενέσθαι τρόπῳ τῷ συνήθει. Τὸ μέλλον ἱερεῖον θύεσθαι, εἴτε ἄνθρωπος εἴτε βόσκημα εἴη, κρεμάσαντες ἐκ δένδρου καὶ διαστάντες ἠκόντιζον· καὶ ὁπόσοι μὲν ἐπέτυχον, τούτων ὁ θεὸς ἐδόκει δέχεσθαι τὴν θυσίαν· ὁπόσοι δὲ ἀπέτυχον, αὖθις ἐξιλάσκοντο· ἔδει δὲ τὴν Ἄνθειαν οὕτως ἱερουργηθῆναι.