Epistulae

Alciphron

Alciphron. Alciphronis Rhetoris Epistularum Libri IV. Schepers, M.A., editor. Leipzig: Teubner, 1905.

Εξηγόρευσα Μνησιλόχῳ τῷ Παιανιεῖ τὴν τῆς γαμε- τῆς ἀσέλγειαν· καὶ ὅς, δέον βασανίσαι διʼ ἐρεύνης τὸ πρᾶγμα ποικίλης, ὅρκῳ τὸ πᾶν ὁ χρυσοῦς ἐπέτρεψεν. ἀγαγοῦσα οὖν αὐτὸν ἡ γυνὴ εἰς τὸ Καλλίχορον τὸ ἐν Ἐλευσῖνι φρέαρ ἀπωμόσατο καὶ ἀπελύσατο τὴν αἰτίαν. καὶ ὁ μὲν ἀμογητὶ πέπεισται καὶ τὴν ὑποψίαν ἀπέβαλεν. ἐγὼ δὲ τὴν φλυαρὸν γλῶτταν ἀποτέμνειν ὀστράκῳ Γενεδίῳ τοῖς βουλομένοις ἕτοιμός εἰμι παρέχειν.

[*](x (Harl. Ven.))[*](1 εὐτρεπεῖς] εὐπρεπεῖς x | 2 ἐξέχεαν Cob., ἐξέχεον o | τὸ] τὸν Ven. | 〈λ〉 add. L. Dindorf. | 3 παιδὶ] παῖδα x εἰργάσατο] εἰργάσαντο Γ| 4 ἀπέσυρε Seil. (ed.), ἀπεσύρει x (in Harl. εἰ in ras.), ἀπεσύρη Γ | 6 [τ] del. Herch. (ed.) | Σιμω- νίδην] del. Pol. | 7 Δεωπρέπους] Δεωπρεποῦς Γ)[*](9 Τρικλινοσὰξ] Τρικλινοσάραξ Γ, de x vid. inscr. ep. sq., Τριχινοσάραξ Bergl. | 11 ὅς] ὡς Γ | διʼ ἐρεύνης τὸ] διερευνᾶτο τὸ Γ | 12 ποικίλης ποικίλως Γ | χρυσοῦς] χρυσὸς x | 13 Καλλί- χορον Wagn. (ed.), Καλλίχωρον 0. Cf. Hom. H. in Cer. 272 14 καὶ ἀπελύσατο W yttenb., καὶ ἀπεδύσατο o, καὶ ἀπελού- σατο Arnald., del. Cob. | 15 ἀμογητὶ] ἀμηγέπη Γ, ἀμέλει Herm. | 17 Τενεδίῳ] om. x | παρέχειν] om. x)
99

Κορύδωνι τῷ γεωργῷ συνήθης ἐπιεικῶς ἦν, καὶ τὰ πολλὰ ἐξεχεῖτο ἐπʼ ἐμοὶ τῷ γέλωτι, ἀστικῆς στωμυλίας καὶ ξένης . . . . . ἢ κατὰ τοὺς χωρίτας ἐπαΐων. τοῦτʼ οὖν ἰδὼν ἕρμαιον ᾠήθην, εἰ τῶν κατὰ ἄστυ πραγμάτων ἀπαλλαγεὶς εἰς ἀγρὸν βαδιοίμην καὶ συνεσοίμην ἀνδρὶ φίλῳ, γεωργῷ ἀπράγμονι καὶ ἐργάτῃ, οὐκ ἐκ δικαστη- ρίων οὐδὲ ἐκ τοῦ σείειν κατὰ ἀγορὰν ἀδίκους ἐπινο- οῦντι πόρους, ἀλλὰ γῆθεν ἀναμένοντι τὴν ἐπικαρπίαν ἔχειν. καὶ δῆτα διανοηθεὶς ταῦθʼ οὕτω δρᾶν, ᾠκειωσά- μην τὸν Κορύδωνα. καὶ στείλας ἐμαυτὸν ἀγροικικῶς, νάκος ἐναψάμενος καὶ σμινύην λαβών, αὐτοσκαπανεὺς ἐδόκουν. ἕως μὲν οὖν ἐν παιδιᾶς μέρει ἔπραττον ταῦτα, ἀνεκτὸν ἦν καὶ μέγα ἀποκερδαίνειν ᾠόμην, ὕβρεων καὶ ῥαπισμάτων καὶ τῆς περὶ τὰ ἐδώδιμα τῶν πλουσίων ἀνοσιότητος ἀπηλλαγμένος. ἐπεὶ δὲ ἐκ τῆς καθʼ ἡμέραν συνηθείας ἐξ ἐπιταγῆς ἐπράττετο τοὖργον, καὶ ἔδει πάντως ἢ ἀροῦν ἢ φελλέα ἐκκαθαίρειν ἢ γύ- ρους περισκάπτειν καὶ τοῖς βόθροις ἐμφυτεύειν, οὐκέτʼ [*](x (Harl. Ven.)) [*](1 Διμοπύκτης Mein. (ed.), Διμοπύστης Γ, ρικλινοσὰρξ x (cf. III 33 inscr.), Διμογεύστης Seil., Διμομύστης Metr. | Χαλ- σοκυδοίμῳ] fort. Κοσσοκυδοίμῳ vel Κονδυλοκυδοίμῳ. In x est Διμοπύστῃ (Διμοπύστης Ven.), vid. supra | 3 ἐπʼ Βergl., ἐν O | ἀστικῆς] ἀττικῆς Γ | 4 lac. sign. posui. Pro ἢ scripsit οὐ Reisk., quo recepto del. ξένης Pol. | τοῦτʼ οὖν scripsi, τοῦ- τον 0 | 6 ἀγρὸν] τὸν ἀγρὸν Γ | 8 σείειν] σοβεῖν Herch. (ed.) ἐπινοοῦντι] ἐπινοοῦντα τ | 11 ἀγροικικῶς] ἀγροικικοῖς x | 14 ἀνεκτὸν Hemst., ἀνεκτὸς Ο, ἀνεκτὰ Herch. (ed.) | μέγα] μεγάλα | ἀποκερδαίνειν] ὑποκερδαίνειν x | 15 καὶ (post ὕβρεων)] om. x | 16 πλουσίων Βergl., μουσείων o, περιουσίων Mein. | ἀνοσιότητος cl. III 42,1 Heys., ἀνισότητος ο )

100
ἀνασχετὸς ἡ διατριβή, ἀλλά μοι μετέμελε τῆς ἀλόγου πράξεως καὶ τὴν πόλιν ἐπόθουν. ἐλθὼν οὖν μετὰ μήκιστον χρόνον οὐκέθʼ ὁμοίως δεκτὸς οὐδὲ χαρίεις ἐδόκουν, ἀλλά τις ὄρειος καὶ τραχὺς καὶ ἀπηχής, ὥστε αἱ μὲν οἰκίαι τῶν πλουσίων πᾶσαί μοι λοιπὸν ἀπε- κέκλειντο, ὁ δὲ λιμὸς τὴν γαστέρα ἐθυροκόπει. ἐγὼ δὲ αὖος ὤν ὑπὸ τῆς τῶν ἀναγκαίων ἐνδείας λῃσταῖς τισι Μεγαρικοῖς, οἳ περὶ τὰς Σκειρωνίδας τοῖς ὁδοι- πόροις ἐνεδρεύουσιν, ἐκοινώνησα. ἔνθεν ὁ βίος μοι ἀργὸς ἐξ ἀδικίας πορίζεται. εἰ δὲ λήσω ταῦτα ποιῶν ἢ μή, ἄδηλον. δέδια δὲ τὴν μεταλλαγὴν τοῦ βίου. εἰώθασι γὰρ αἱ τοδαῦται μεταβολαὶ οὐκ εἰς τὸ ζῆν ἀλλʼ εἰς ἀπώλειαν καταστρέφειν.