Epistulae

Socrates Epistulae

Socrates Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

(5) οὗτοι γοῦν οὕτως ἐοίκασιν ἐξηπατῆσθαι περὶ τὸ συμφέρον, ὥστε οὐδὲ διαφθειρόμενα ὁρῶντες τὰ πράγματα παύσασθαι ἐθέλειν, ἀλλ’ οἷς ἐταράχθη πρότερον, τοῖς αὐτοῖς οἴονται καταστήσειν αὐτά, φυγὰς καὶ δημεύσεις οὐσιῶν καὶ θανάτους ἀκρίτους ποιούμενοι. καὶ οὐχ ὁρῶσιν ὅτι νοσημάτων πονηρὸς ἂν εἴη ἰατρὸς ὁ τὴν αὐτὴν τῷ συνεστηκότι αἰτίῳ ποιούμενος θεραπείαν. ἀλλὰ τὰ μὲν τούτων ἀνιάτως ἔχει, σὺ δὲ τῶν σαυτοῦ ἐπιμελόμενος ὀρθῶς ποιήσεις· μία γὰρ καὶ τοῖς ἐνθάδε ἐλπὶς ἦν, ἂν ὑμεῖς πράξητε κατὰ νοῦν, βαρείας πάνυ καὶ χαλεπῆς ἀπηλλάχθαι δεσποτείας.