Epistulae
Socrates Epistulae
Socrates Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.
(4) εἰ οὖν οὗτοι ἀληθῆ ταῦτα ἀπαγγέλλουσι καὶ τὰ ὑμέτερα οὕτως ὥς φασιν ἔχει, πολλὴ ἐλπὶς ὑμῶν μετὰ Θηβαίων ἀφικομένων, ἐκείνοις δὲ μὴ βοηθησάντων Λακεδαιμονίων ῥᾳδίως καταστήσεσθαι τὰ ἐνθάδε. ὁμοῦ δὲ καὶ τῶν ἐπιχωρίων πολλοὶ νῦν μὲν διὰ τὸ δεδοικέναι ἄγουσιν ἡσυχίαν· εἰ δὲ τῶν ὑμετέρων τι ἀλλαχόθεν παραφαίνεται βέβαιον, ἄσμενοι καταλείψουσι τὰ ἐνθάδε. ὅλως γὰρ οὐδὲν ὑγιὲς τῆς πολιτείας αὐτοῖς καταλείπεται, ἀλλ’ ὑπὸ πολλῶν καὶ συνεχῶν ἀδικημάτων πάντα διέφθαρται. καὶ τὸ μὲν ἤδη παράπαν τὸ καθ’ ὑμᾶς μέρος ἀπέρρηκται, τὸ δέ, εἰ μικρᾶς ἔξωθεν ἀφορμῆς ἐπιλάβοιτο, ταὐτὸ πείσεται τῷ ὑμετέρῳ, ὥστε, εἴπερ σοί ποτε ἄλλοτε, καὶ νῦν γέγονε δῆλον, ὅτι πάντων μέγιστον κακὸν ταῖς πόλεσίν ἐστιν ἡ τῶν ἀρχόντων πονηρία.