De muliebribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853

119. Ῥόος ἄλλος· καθαίρεται οἷόν περ ἐξ ὠοῦ ὠμοῦ, χλωρὸν ὑπόλευκον, καὶ ἑλκοῖ τὸ αἰδοῖον, καὶ οἰδίσκεται τούς τε πόδας καὶ τὰς κνήμας, καὶ τὰ κοῖλα τῶν ὀφθαλμῶν ἐπανοιδέει, καὶ οἱ ὀφθαλμοὶ ὑγροὶ γλαμυροὶ, καὶ ἢν βαδίζῃ, ἆσθμά μιν λαμβάνει, καὶ ἀσθενείη γίνεται. Ἡ δὲ νοῦσος φύσει φλεγματώδης· καὶ ἢν μὴ καθαρθῇ, πυρετήνῃ δὲ χολῆς κινηθείσης, φλαῦρον· γεραιτέρας δὲ ἡ νοῦσος αὕτη λαμβάνει μᾶλλον ἢ νεωτέρας. Ὁπόταν δὲ ὧδε ἔχῃ, ἢν μὲν ἀνοιδήσῃ σφόδρα, διδόναι κάτω φάρμακον πιεῖν ὅ τι φλέγμα καὶ χολὴν ἰνήσεται· ἢν δὲ μὴ ἰσχυρῶς οἰδέῃ καὶ τὸ φλέγμα αὐτὴν αὐτὴν πιέζῃ, ἄνω δοῦναι φάρμακον· καὶ ἢν μὲν ᾖ δυνατὴ, ἐλλεβόρῳ καθαιρέσθω· ἢν δὲ μὴ, ὅ τι χολὴν καὶ φλέγμα ἄγει· μετὰ δὲ τὰ φάρμακα ὀῤῥὸν ἑφθὸν διδόναι πίνειν ὡς πλείστας ἡμέρας ξὺν ἁλὶ ὀλίγῳ· ἐπιτρωγέτω δὲ ἡδύοσμον, ἑσπέρην δὲ σίτου μὴ ἁπτέσθω, ῥοφεέτω δὲ ὀλίγον, καὶ ἐπιπινέτω οἶνον γλυκὺν, ἢν χρήζῃ· δὲ μὴ παρῇ, ὀῤῥόν· γάλα τε ὄνειον ἀφεψῆσαι, καὶ διδόναι τέσσαρας ἡμέρας· ἑσπέρην δὲ ταῦτα ποιέειν, ἢν μὴ πῦρ ἔχῃ νύκτωρ. Ἢν δὲ ᾖ φύσει σπληνώδης, πνευματώδης, λείφαιμος, μήτε ὀῤῥὸν μήτε γάλα διδόναι, ἢν φυσῇ· ἢν δὲ μὴ, κατωτερικοῖσι καθαίρειν. Καὶ ἐπειδάν σοι δοκέῃ καιρὸς εἶναι, κλύσαι τὰς μήτρας, πρῶτον μὲν τῷ ἀπὸ τῆς τρυγὸς δὶς ἢ τρὶς, μετὰ δὲ τοῦτο τῷ ὀπῷ τῆς σκαμμωνίης, οἶνον δὲ ἐπιχέαι γλυκὺν.

260
ὅσον κοτύλην ἀττικὴν καὶ ἐλαίου τέταρτον μέρος κοτύλης, μάλιστα μὲν ναρκισσίνου, εἰ δὲ μὴ, ἀνθίνου· μετακλύσαι δὲ τῇ ὑστεραίῃ οἴνῳ κοτύλῃ, καὶ μέλιτι τετάρτῳ κοτύλης, καὶ ῥητίνῃ τρίτην μοίρην μέλιτος, ἔλαιον δὲ ἴσον μέλιτι. Ἢν δὲ τὰ ἀπὸ τοῦ κλυσμοῦ ἀποχωρεῦντα ἴῃ φλεγματώδεα, κλύσαι αὖθις ἐπισχόντα ἡμέρας τρεῖς ἢ τέσσαρας, ἐκλέψαντα τοῦ κόκκου δύο πόσιας· μετακλύζειν δὲ τοῖσιν αὐτέοισιν· ἢν δὲ μὴ παρῇ κόκκος, τῇ ῥίζῃ τῆς θαψίης πόσιν μίαν, καὶ μετακλύζειν τοῖσιν αὐτέοισιν· ἐπὴν δὲ καθαρθῇ τὰ ὑποχωρεῦντα πρὸς τούτους τοὺς κλυσμοὺς, καὶ ἢν γίνηταί τι αἱματῶδες, οἷον ἀφ’ ἕλκεος, μετακλύζειν τοῖσι στρυφνοῖσιν. Καὶ ἢν μετὰ ταῦτα αὐτὴ ἐρωτηθεῖσα φῇ τὸ στόμα τῶν ὑστερέων σκληρὸν εἶναι καὶ ὀδύνην ἔχειν, κλύζειν τὸν αὐτὸν τρόπον τῷ ξὺν τῷ πικερίῳ, ἔστ’ ἂν ἀποξηρανθέωσιν αἱ ὑστέραι καὶ δοκέῃ ὑγιὴς εἶναι· τὰς δὲ μεταξὺ ἡμέρας τῶν κλυσμῶν πινέτω ἀκτῆς καρπὸν καὶ λαγωοῦ πυτίην καὶ μήκωνος τὸ κέλυφος καὶ κνίδης καρπὸν, ῥοιῆς τε γλυκείης τὸν φλοιὸν, τρίβων ἴσον ἑκάστου· ἄλφιτον δὲ ξυμμίσγειν καὶ ἀδίαντον, ἐν οἴνῳ μέλανι εὐώδει νῆστις· σιτίοισι δὲ χρεέσθω μαλθακοῖσι μὴ ἁλμυροῖσι, μηδὲ δριμέσι· κρέα δὲ ἀμείνω ἰχθύων, ἤγουν ὀρνίθια, ἢ λαγῶα, καὶ λουέσθω θερμῷ μὴ πολλῷ. Ἢν δὲ μὴ λωφήσῃ ὁ ῥόος, ἀλλ’ ὑπολείπηται, καὶ ὑγράζωνται αἱ ὑστέραι, θυμιῆσαι τῷ ξὺν τῷ σιδίῳ, καὶ ἔπειτα παρὰ τὸν ἄνδρα ἴτω· κἢν ἐν γαστρὶ ἴσχῃ, ὑγιὴς γίνεται. Αἱ δὲ γεραίτεραι οὐ δύνανται ἀναφέρειν, ἀλλ’ ἀπόλλυνται ὑπὸ ἀσθενείης.

120. Ῥόος ἄλλος· ῥέει ὑπόχλωρον οἷον ἐξ ὠοῦ, καὶ γλίσχρον,

262
καὶ ἡ γαστὴρ ἀνίσταται ἡ νειαίρη, καὶ σκληρὴ γίνεται, καὶ ἢν ψαύσῃς, ἀλγέει, καὶ βρύχει, καὶ πῦρ ἔχει, καὶ ὀδύνη ἐς τὸ ἐπίσειον, καὶ ἐς τὰ αἰδοῖα, καὶ ἐς τὴν νειαίρην γαστέρα, καὶ ἐς τὰς ἰξύας, καὶ λιποθυμίη, ἀλυσμοί τε καὶ περιψύξιες καὶ ἱδρὼς πουλὺς, σφυγμοὶ πρὸς χεῖρα ψαίροντες, βληχροὶ. ἐκλείποντες, καὶ αὐτίκα ὄλλυνται. Ἢν δὲ περιῇ, καὶ ἡ χροιή οἱ τρέπεται, καὶ γίνεται οἷόν περ κηρίον, καὶ ὁ χρὼς τῷ δακτύλῳ πιεζεύμενος μαλθάσσεται, καὶ ἐμπλάσσεται οἷόν περ ἐν σταιτὶ, καὶ οἰδέουσιν οἱ πόδες καὶ τὰ σκέλεα. Ἡ δὲ νοῦσος γίνεται μάλιστα, ἢν ἐν αὐτῇσί τι διακναισθῇ ἢ, ἐνσαπῇ ἐν τῷ τόκῳ· αἱ δ’ ἀφηλικέστεραι μᾶλλον πάσχουσιν, οὐ πάνυ δὲ ἡ τοιαύτη νοῦσός ἐστιν εὐήθης.

121. Ἄλλος ῥόος· καθαίρεται οἷον ἀπὸ κρεῶν ὀπτῶν χυμὸς, καὶ ἑλκοῦται τὸ αἰδοῖον καὶ ὅπη ἂν ἄλλῃ τοῦ χρωτὸς ἐπιστάξῃ, καὶ ῥῖγος καὶ πῦρ ὀξὺ πυκινὸν, μέγα, καὶ φρίκη ὁμοῦ λάζεται· ὀδύναι δὲ αἱ ἐν πᾶσι τοῖσι ῥόοισιν· αὕτη πᾶσα ἀνοιδίσκεται καὶ τὸ κάτω τοῦ ὀμφαλοῦ, καὶ τὰ σκέλεα, καὶ ἡ χροιὴ ἰκτεριώδης γίνεται. Ὁ δὲ τοιοῦτος ῥόος γίνεται ἀπὸ τοῦδε, ἐπειδὰν τὸ αἷμα ἐξεραθὲν ὑπόχολον γένηται καὶ μὴ καθαρθῇ. Ὁκόταν ὧδε ἔχῃ, φάρμακον δεῖ πίνειν, ἢν μὲν ἰσχυρὴ ᾖ, ἐξ ἐλλεβόρου, ἢν δὲ ἀσθενὴς, ῥίζαν τε καὶ ἐλατήριον, καὶ ὑστέρῳ χρόνῳ γάλα αἰγὸς, ἢ κάτω φαρμακεύειν ὅ τι χολὴν καὶ φλέγμα καθαίρει· κλύσαι δὲ τὰς ὑστέρας τῷ ξὺν τῷ κραμβίῳ· πίνειν δὲ ἐλελίσφακον, ὑπερικὸν, λίνου σπέρμα, ἴσον ἑκάστου ἐν οἴνῳ μέλανι αὐστηρῷ, νήστει δὲ διδόναι πίνειν. Ἢν δὲ ἡλκωμένον ᾖ τὸ αἰδοῖον, μετακλύσαι τῷ πικερίῳ, ἔπειτα φάρμακον

264
πῖσαι, καὶ ἐπιχρίειν τὰ ἕλκεα πικέριον, ῥητίνην, σμύρνην, ἀργύρου ἄνθος· διανιζέσθω δὲ ὕδατι ἀπὸ μυρσίνης καὶ ἐλελισφάκου χλιερῷ· σιτίοισι δὲ χρήσθω μήθ’ ἁλμυροῖσι μήτε δριμέσιν, ὡς μὴ δακνῶδες τὸ οὖρον γένηται, καὶ τῶν θαλασσίων εἴργεσθαι, καὶ κρεῶν βοείων, καὶ ὀΐων, καὶ χοιρείων· τοῖσι δὲ ἄλλοισι κρέασι χρέεσθαι ἑφθοῖσι, καὶ σιτείσθω ἄρτον, καὶ οἶνον εὐώδεα παλαιὸν πινέτω μέλανα. Ἢν δὲ ταῦτα ποιέῃ καὶ μὴ ὑγιὴς γίνηται, πυριῆσαι ὅλην καὶ φάρμακον δοῦναι τῇ ὑστεραίῃ ἄνω, ἔπειτα διαλιπὼν αὖθις κάτω· καὶ ἢν μὲν ᾖ ὀῤῥὸς, μετὰ τὰ φάρμακα ἀφεψήσας δοῦναι πιεῖν ἑκάστης ἡμέρης, ἑσπέρην δὲ ῥοφήμασιν· οἴνῳ δὲ γλυκεῖ λευκῷ· ἢν δὲ μὴ ᾖ ὀῤῥὸς, γάλα ὄνου ἑφθὸν πινέτω ἐπὶ τέσσαρας ἡμέρας, ἑσπέρην δὲ τοῖσιν αὐτέοισι χρήσθω· μετέπειτα δὲ πινέτω ἐπὶ τεσσαράκοντα ἡμέρας γάλα βοὸς θερμὸν, καὶ τῆς ἡμέρης μηδὲν ἐσθιέτω ὡς ἔπος εἰπεῖν, ἄριστον γὰρ τοῦτο, καὶ γὰρ καθαίρεται καὶ τρέφεται καὶ ἀμβλύνεται ὑπὸ τοῦ τοιοῦδε γάλακτος· ἑσπέρην δὲ δειπνείτω κρέας ὄρνιθος ὀπτὸν ὀλίγον, καὶ ἄρτον σμικρὸν ἐγκρυφίην· ἐπιπίνειν δὲ οἶνον μέλανα παλαιὸν οἰνώδεα, ἔστ’ ἂν τὸ γάλα πίνῃ, ἢν πολλὰ ἴῃ καὶ ταράσσηται τὸ δριμύ. Καὶ ἢν ταῦτα ποιήσασα ἐν γαστρὶ ἴσχῃ, ὑγιὴς γίνεται. Ὅσαι δὲ γεραίτεραί εἰσιν, ἐνίοτε ὑποστρέφει ἡ νοῦσος, καὶ ἀπόλλυνται· τῇσι δὲ νέῃσιν οὐ θανατώδης· χρονίη δέ.

122. Ῥόου ἰχωροειδέος θεραπείη· ῥέει ὕφαιμον, οἷόν περ ἀπὸ κρεῶν ὀπτῶν χυμὸς, καὶ δάκνει ὡς ἅλμη, καὶ ἐσθίει καὶ ἐξελκοῖ τὰ αἰδοῖα, καὶ ἡ ὑστέρη ἀνελκοῦται, καὶ τὰ πέριξ καὶ τοὺς μηροὺς καὶ τὰ ἄλλα· ἐπειδὰν ἐπιστάξῃ ἐπὶ τὰ ἱμάτια, βάπτεται, καὶ δύσπλυτα ἐμμένει· καὶ ἡ γαστὴρ ἐπαείρεται καὶ σκληρὴ γίνεται,

266
καὶ ἀλγέει ἢν ψαύσῃ, καὶ θέρμη ἔχει, καὶ ἐς τὰ αἰδοῖα καὶ ἐς τὴν ἕδρην ὀδύνη καὶ ἐς τὴν νειαίρην γαστέρα καὶ κενεῶνας καὶ ἰσχία καὶ ἰξύας, ἀδυναμίη ψυχρὴ, καὶ ἡ χροιὴ τρέπεται ὡς ἰκτερώδης. Ἢν δὲ ὁ χρόνος μηκύνῃ καὶ ἡ νοῦσος, ταῦτα πάντα πολὺ μᾶλλον ἐπιλαμβάνει, καὶ τὰ κῦλα ἐπανίσταται, καὶ οἱ πόδες οἰδέουσι καὶ τὰ σκέλεα ἀπὸ τῶν ἰξύων. Ἡ δὲ νοῦσος λάζεται, ἐπὴν διακναισθῇ τι τοῦ ἐμβρύου ἐν τόκῳ ἢ τρωσμῷ. Χρὴ δὲ πυριῇν καὶ θυμιῇν καὶ πιπίσκειν· ταῦτα πάντα ἀεὶ ἴσχει τὸν ῥόον· καὶ ὄνειον γάλα καὶ τὰ ἄλλα προσάγειν, καὶ ἐμέειν, ἢν δέῃ· ἢν δὲ ἄπυρος μὴ ᾖ καὶ βληχρῶς ἔχῃ, ἄμεινον ξηρὴ πυρίη.

123. Ὁκόταν ἐς τὴν κεφαλὴν τραπῶσιν αἱ ὑστέραι καὶ τῇδε λήγῃ ὁ πνιγμὸς, κεφαλὴν βαρύνει, ἄλλῃσι δὲ ἄλλῃ πη τέκμαρ ἴσχεται. Σημήῖον δὲ τόδε· τὰς φλέβας τὰς ἐν τῇ ῥινὶ καὶ τὰ ὑπὸ τοῖσιν ὀφθαλμοῖσιν ἀλγέειν φασὶ, καὶ κῶμα ἴσχει, καὶ ἀφρίζει ὅταν ῥαΐσῃ. Ταύτην χρὴ λούειν πολλῷ θερμῷ· ἢν δὲ μὴ ἐνακούῃ, ψυχρῷ, καὶ κατὰ κεφαλῆς, δάφνην τε καὶ μυρσίνην ἐνεψῶν ἐν τῷ ὕδατι καὶ ψύχων· καὶ ῥοδίνῳ μύρῳ τὴν κεφαλὴν χριέσθω· καὶ ὑποθυμιήσθω τὰ εὐώδεα, τὰ δὲ κακώδεα ὑπὸ τὰς ῥῖνας· καὶ τὴν κράμβην ἐσθιέτω, καὶ τὸν χυλὸν ῥοφεέτω.

124. Ἢν δὲ πρὸς τὴν καρδίην προσιστάμεναι πνίγωσιν αἶ ὑστέραι,

268
καὶ ἀνάσσυτος ἴῃ ὁ ἠὴρ βιώμενος, ἀλησθύει καὶ εἰλέει, καὶ ἔστιν ᾗσιν αὐτίκα ἐλυσθεῖσα κάτω χωρέει καὶ φῦσα ἔξεισιν, ἢ καὶ ἐμέει ἀφρώδεα, ἡ δὲ παῦλα ἥδε γίνεται. ᾟσι δὲ οὐκ ἀφίστανται, πράσου τὸν καρπὸν καὶ μήκωνα τρίψας, διεὶς ὕδατος κυάθῳ δίδου πίνειν· καὶ ὄξους λευκοῦ ἀρήγει πόσις κύαθος· ἢ ἀρκεύθου καρπὸν καὶ ἐλελίσφακον, ὄξος σὺν τοίσδεσιν ἢ οἶνον· ἀλεαίνεσθαι δὲ χρὴ, ἢ ἄλειφα χηνὸς, κηρωτὴν ἐῤῥητινωμένην, καὶ πίσσαν ἐν αὐτέῳ τῆξαι, καὶ προσθετὰ ποιέειν.

125. Ὅταν δὲ ὡς πρὸς τὰ ὑποχόνδρια προσπέσωσι, πνίγουσιν· ἐπὴν ἐνθάδε τὸ τέρθρον ᾖ τοῦ πάθεος, καὶ ἐπιλαμβάνει ἔμετος πυρώδης δριμὺς, καὶ ῥᾴων γίνεται ὀλίγον χρόνον, καὶ ἐς τὴν κεφαλὴν καὶ ἐς τὸν τράχηλον ὀδύνη διαμπερής. Χλιάσματα προστιθέναι, ἢν ἄνω πνίγωσιν· ὑπὸ δὲ τὰς ῥῖνας θυμιῇν τὰ κάκοδμα ἐκ προσαγωγῆς, ἢν γὰρ ἀθρόα ᾖ, μεθίστανται αἱ ὑστέραι ἐς τὰ κάτω καὶ ὄχλος γινεται· εὔοδμα δὲ κάτω· καὶ πιεῖν διδόναι τὸ καστόριον καὶ τὴν κόνυζαν· ἐπὴν δὲ κάτω ἑλκυσθῶσιν, ὑποθυμιῇν τὰ εἰδεχθέα, ὑπὸ δὲ τὰς ῥῖνας τὰ εὐώδεα. Ἢν δὲ αἱ ὀδύναι παύσωνται, φάρμακον πῖσαι κάτω, καὶ μεταπιπίσκειν γάλα ὄνου ἢ ὀῤῥὸν, ἢν μὴ σπληνώδης ᾖ ἀπὸ γενέσιος ἢ λείφαιμος ἢ ἄχροος, ἢ τὰ οὔατα ἠχώδεα ἔχῃ διὰ ξυγγενείην,

270
ἢ ᾗσιν ἠθάδες ἀπὸ νεότητος αἱ νοῦσοι· τὴν δὲ ἄνω κοιλίην μὴ κινέειν, ὅσαι ἀμβλυώσσουσιν ἢ ᾗσιν ἀμφὶ τὴν φάρυγγα ὄχλοι καὶ τἄλλα· διδόναι δὲ πτισάνης χυλόν· ἢν σφόδρα δὲ εὐημὴς ᾖ, καὶ ἐμεέτω· κλυσμὸς δὲ ἄριστος ὁ διὰ ναρκίσσου· προσθετὸν, τὸ διὰ κανθαρίδων.

126. Ἢν προστῶσιν αἱ ὑστέραι πρὸς τὰ ὑποχόνδρια, πνίγεται ὡς ὑπὸ ἐλλεβόρου, καὶ ὀρθόπνοος γίνεται, καὶ καρδιωγμοὶ σθεναροί· αῖ δὲ καὶ ἐμέουσιν ἐνίοτε σίελον ὀξὺ, καὶ τὸ στόμα ὕδατος ἐμπέπλησται, καὶ τὰ σκέλεα ἀποψύχονται. Αἱ τοιαῦται, ἢν μὴ ταχὺ ἀφιστῶνται ἀπὸ τῶν ὑποχονδρίων αἱ ὑστέραι, ἄναυδοι γίνονται, καὶ τὰ ἀμφὶ τὴν κεφαλὴν καὶ τὴν γλῶσσαν νάρκη ἔχει. Τὰς τοιαύτας ἢν ἀναύδους καταλάβῃς καὶ τοὺς ὀδόντας συνηρεισμένας, πρὸς μὲν τὰς ὑστέρας προσθεῖναι εἴριον πρὸς αὐλὸν, ὡς ὠθεῖν μάλιστα, τοῦ πτεροῦ περιελίξας, βάψας ἢ λευκῷ αἰγυπτίῳ ἢ μυρσίνῳ ἢ βακχαρίῳ ἢ ἀμαρακίνῳ· ἐς δὲ τὰς ῥῖνας, τοῦ φαρμάκου τοῦ μέλανος, τοῦ τῆς κεφαλῆς, λαβόντα τῇ μήλῃ ἐμπλάσαι· ἢν δὲ μὴ ᾖ τοῦτο, τῷ ὀπῷ διαλεῖψαι τὰς ῥῖνας, ἢ πτερὸν ὄξει βάψαι καὶ καθεῖναι, διαλεῖψαι δὲ τὰς ῥῖνας, ἢ τοῦ πταρμικοῦ προσθεῖναι· ὅταν δὲ κλεισθῇ τὸ στόμα καὶ ᾖ ἀναυδίη, δοῦναι πιεῖν τοῦ καστορίου ἐν οἴνῳ· τὰς δὲ ῥῖνας διαλεῖψαι βάψας τὸν δάκτυλον ἔλαιον φώκης· τὸ δὲ εἴριον ἐᾷν προσκεῖσθαι, μέχρι οὗ καταστέωσιν· ὅταν δὲ παύσηται, ἀφελέσθαι χρή. Ἢν δὲ ἀφαιρεθέντος αὖθις ἀναχωρήσωσι, τὸ εἴριον αὖθις

272
προσθεῖναι τὸν αὐτὸν τρόπον, ὑπὸ δὲ τὰς ῥῖνας θυμιῇν, κέρας μέλαν αἰγὸς ἢ ἐλάφου κνήσας, ἐπιπάσσων ἐπὶ σποδιὴν θερμὴν, ὅκως μάλιστα θυμιήσεται, καὶ εἰρυσάτω τὴν ὀδμὴν ἄνω διὰ τῶν ῥινῶν, ὡς ἂν δύνηται μάλιστα· ἄριστον δὲ θυμιῇν φώκης ἔλαιον, ἐπ’ ὄστρακον ἐπιτιθέντα ἄνθρακας περικαλύψαι, καὶ τὴν κεφαλὴν ὑπερίσχειν, ὡς μάλιστα ἡ ὀδμὴ ἐσίῃ, καὶ ἐπιστάζειν τοῦ λίπεος, καὶ ἄνω ἑλκέτω τὴν ὀδμήν· τὸ δὲ στόμα ξυμμεμυκέναι χρή. Ἢν ἄνω προσπίπτωσι, ταῦτα χρὴ ποιέειν.

127. Ἢν αἱ μῆτραι πρὸς τὸ ἧπαρ τραπῶσιν, ἄφωνος ἡ γυνὴ ἐξαπίνης γίνεται, καὶ τοὺς ὀδόντας ξυνερήρεισται, καὶ ἡ χροιὴ πελιδνὴ γίνεται· ἐξαπίνης δὲ ταῦτα πάσχει, ὑγιὴς ἐοῦσα. Γίνεται δὲ μάλιστα παρθένοισι παλαιῇσι καὶ χήρῃσιν ὁκόσαι λίην νέαι ἐοῦσαι χηρεύουσι· γίνεται δὲ μάλιστα τῇσιν ἀφόροισι πάμπαν καὶ στείρῃσιν, ὅτι ἐκ τῶν τόκων εἰσίν· οὐ γὰρ γίνεται ἡ λοχείη κάθαρσις, καὶ οὐκ ἀνοιδίσκεται ἡ ὑστέρη, οὐδὲ μαλθάσσεται, οὐδὲ ἐμέει. ὅταν ὧδε ἔχῃ, τῇ χειρὶ ἀπώσασθαι ἀπὸ τοῦ ἥπατος παρηγορικῶς τὸ οἶδος ἐς τὸ κάτω, καὶ ἀποδῆσαι ταινίῃ τὰ ὑποχόνδρια, καὶ τὸ στόμα διανοίγειν, οἶνον δὲ ὡς εὐωδέστατον κεκρημένον ἐγχέειν, ὅτε χρὴ, καὶ προσέχειν πρὸς τὰς ῥῖνας τὰ κάκοδμα, καὶ ὑποθυμιῇν, πρὸς δὲ τὰς ὑστέρας τὰ εὐώδεα καὶ ὅσα θυώματα· καὶ ἐπὴν ἰήσῃ, κάθαιρε, φάρμακον δὲ πῖσαι κάτω χρὴ, ἢν μὲν χολώδης ᾖ, ὅ τι χολὴν καθαίρει, ἢν δὲ φλεγματώδης, ὅ τι φλέγμα· κἄπειτα πιπίσκειν γάλα ὄνου

274
ἑφθὸν, καὶ τὰς ὑστέρας πυριῆσαι εὐώδεσι, καὶ προστίθεσθαι τὸ ξὺν τῇ βουπρήστει· τῇ δὲ ὑστεραίῃ νέτωπον, διαλιπὼν δὲ ἡμέρας δύο κλύσαι τὰς ὑστέρας εὐώδεσιν· ἔπειτα διαλιπὼν μίην ἡμέρην, θυμιῆσαι τοῖσιν ἀρώμασιν. Ταῦτα ποιέειν τὴν χήρην· ἄριστον δὲ ἐν γαστρὶ ἔχειν. Τὴν δὲ παρθένον πείθειν ξυνοικέειν ἀνδρί· πρὸς δὲ τὰς ῥῖνας ἀείρειν [μηδὲν], μηδὲ τὸ φάρμακον πίνειν, νῆστιν δὲ τὸν κάστορα καὶ κόνυζαν ἐν οἴνῳ ὡς εὐωδεστάτῳ πίνειν ἐς εἴκοσιν ἡμέρας, καὶ τὴν κεφαλὴν μὴ ἀλείφεσθαι εὐώδει, μηδ’ ὀσφραίνεσθαι εὐωδέων.