De muliebribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853

110. Ῥόος λευκὸς ἐν τῇσι γεραιτέρῃσι τῶν γυναικῶν μᾶλλον γίνεται ἢ ἐν τῇσι νεωτέρῃσι· ῥόος πυῤῥὸς ἐν ἀμφοτέρῃσι· ῥόος ἐρυθρὸς ἐν τῇσι νεωτέρῃσιν. Καὶ ῥόος ἐρυθρὸς μὲν γίνεται ἐκ πυρετοῦ, μᾶλλον δὲ ἐκ τρωσμοῦ· γίνεται δὲ καὶ ἐξ ἀπολήψιος ἐπιμηνίων, ὅταν ἀποκλεισθέντα ἐξαπίνης καταῤῥαγῇ· γίνεται δὲ καὶ ἐκ τόκων. Αἷμα ῥέει πάμπολυ, καὶ θρόμβοι ἐκπίπτουσι, καὶ ὀδύνη γίνεται τῶν κληΐδων καὶ τῶν τενόντων, καὶ νάρκη τοῦ σώματος ἀπόψυξίς τε τῶν σκελέων· ἐνίοτε δὲ καὶ ἤρεισε τοὺς ὀδόντας, ἢν πλέον ᾖ τὸ αἷμα τὸ ἀπιὸν, καὶ ἄναυδοι γίνονται, καὶ ἱδρὼς καταχεῖται πουλύς· πρὸς δὲ τούτοις καρδιωγμοί τε γίνονται, καὶ περιψύξιες, καὶ πυρετοὶ ἀκρητόχολοι καὶ ἀλυσμώδεες, καὶ τῆς αὐτῆς ἡμέρης πολλάκις ῥιγέουσι, καὶ αὖθις ἱδροῦσι, καὶ ἄλλοτε μὲν ἀπὸ τῶν ἄνω χωρίων σπασμοὶ γίνονται σφίσιν, ἄλλοτε δὲ ἀπὸ τῶν κάτω, καὶ ἐς τοὺς βουβῶνας ὀδύναι ὀξεῖαι ἐμπίπτουσι καὶ ἰσχυραὶ, φοιτέουσαι ὥσπερ ὠδῖνες· ἐνίοτε δὲ καὶ στραγγουρίη· καὶ τὸ στόμα ξηρὸν, καὶ δίψα πιέζει, καὶ ἡ γλῶσσα τρηχείη, καὶ οἱ δάκτυλοι ξυνέλκονται τῶν ποδῶν οἱ μεγάλοι, καὶ τὰς γαστροκνημίας αἰεὶ τῷ μηρῷ ξυντιταίνεται, καὶ τῆς ὀσφύος περιωδυνίαι, καὶ τῶν χειρέων ἀκρασίη. Ὁκόταν

236
δὲ τοιαῦτα γίνηται, τότε καὶ τέτανοι φιλέουσι γίνεσθαι ἀπὸ τῶν κληΐδων κατὰ τὰς σφαγὰς ἐς τὰς γνάθους καὶ τὴν γλῶσσαν, ἐκ δὲ τῶν τοιουτέων ὀλίγῳ ὕστερον ὄπισθεν ἀπὸ τῶν τενόντων κατὰ τὴν ῥάχιν, καὶ ὧδε ἀπόλλυνται κατὰ βίην. Προλέγειν οὖν δεῖ ἀρχομένων τῶν ῥόων, διαιτῇν δὲ τόνδε τὸν τρόπον· πρωῒ μὲν διδόναι πρὸς τοὺς ῥόους φάρμακον πίνειν, ὧν ἂν ἐγὼ γράψω, σὗ ἂν δοκέῃ δεῖσθαι μάλιστα, διδόναι δὲ καὶ τρὶς καὶ τετράκις· καὶ ἢν πουλὺ ἀπίῃ τὸ αἷμα, διαιτῇν οὖν, ἢν μὲν ἀπύρετοι ἔωσι, σιτίοισιν· ἢν δὲ πυρεταίνωσι, ῥοφήμασιν. Ἔστι δὲ τῶν μὲν ῥοφημάτων τάδε ἐπιτηδειότατα· ἔλυμος, φακῆ, ἄλητον ἑφθὸν σητάνιον, χόνδρος κάθεφθος ῥοφητὸς, ζειὰ κάθεφθος· τῶν δὲ πομάτων, πάλη ἀλφίτου ἐφ’ ὕδατι. καὶ τὰ κνήσματα τὰ ἀπὸ τῶν ἄρτων κεκομμένα, καὶ ἄλφιτα προκώνια λεπτὰ βεβρεγμένα ἐν ὕδατι, ἐλλείχειν ἄναλτα· τῶν δὲ σιτίων, ἄρτος ἔξοπτος ἐν σποδιῇ· ὄψον δὲ λαγωοῦ κρέας, πελιάδος, φάσσης, καὶ ἑφθὰ καὶ ὀπτὰ, ἐρίφου κρέας ὀπτὸν, μηδενὶ περιπεποιημένον, ἐς ὄξος ἐμβάπτων, ἧπαρ ἐν σποδιῇ ὀπτὸν αἰγὸς ἢ βοὸς, ὠῶν ὀπτῶν λέκιθοι, τυρὸς ἄναλτος· λαχάνων δὲ μηδέ τινος γεύεσθαι, μήτε ἑφθῶν μήτε ὠμῶν, καὶ λουτρῶν ἀπέχεσθαι, καὶ ἐπιδέειν τὼ χέρε εἰρίῳ ῥερυπωμένῳ στρέψαντα καὶ παχετὸν ποιήσαντα ὑπὲρ τῶν ἀγκώνων καὶ τῶν ἰγνύων ὑπὲρ τῶν γουνάτων, καὶ σικύας ἀείρειν ἐπάρας μαζοὺς ὑπ’ αὐτέους, ἄλλοτε μὲν ἐς τὰ δεξιὰ, ἄλλοτε δὲ ἐς τὰ λαιά· ἢν δὲ δύσπνοια γένηται πρὸς τὴν πρόσβλησιν τῆς σικύης, ἀφαιρέειν τὴν
238
σικύην· αἷμα δὲ μὴ ἀπάγειν προσθέτοισι δὲ χρῆσθαι, οἷσιν ἂν ἐγὼ γράψω τῶν στασίμων τοῦ αἵματος προσθετὰ ποιέοντα τῇσι τοιαύτῃσιν. Ἢν μὲν περιγένηται ἐκ τῶν ῥόων, ἀπιόντος πολλοῦ αἵματος, τό τε χρῶμα ἀφυῶδες, καὶ τὸ πρόσωπον μετάρσιον, καὶ ἐν τοῖσιν ὑποφθαλμίοισιν οἰδήματα, καὶ τὰ σκέλεα ἐπηρμένα, καὶ ἡ ὑστέρη ὑγρὴ, καὶ αἰεὶ ἀνεστόμωται παρὰ λόγον, καὶ τὰ ἀπιόντα ὑδαρέα, οἷον ἀπὸ κρεῶν ὠμῶν χυμός. Τῇσι τοιαύτῃσι χρὴ, ὅταν ἰσχύῃ, καὶ ἐμέτους ποιέειν νήστιας, καὶ μετὰ τοὺς ἐμέτους ἄριστον διδόναι. Ταύτῃσι ξυμφέρει ὀλιγοποσίη, οἶνος μέλας ἀκρητέστερος, ἀλουσίη, ψυχρολουσίη, περίπατοι, μονοσιτίη, πᾶσα ξηρασίη. Ἢν δὲ πρὸς ταῦτα μὴ καθιστέωνται μηδὲ ξυμπίπτωσιν αἱ ὑστέραι, μηδὲ τῶν ῥευμάτων ἀπαλλάσσωνται, ἀποσκεπτόμενον χρὴ ἐς τὴν δύναμιν τοῦ σώματος, ἢν ᾖ δυνατὴ, ἐλλεβορίζειν· ἢν δὲ μὴ ἐνακούσῃ, τὴν κεφαλὴν καθαίρειν· καθήραντα δὲ τὰ λοιπὰ διαίτῃ θεραπεύειν τὸν αὐτὸν τρόπον, ὅνπερ τὰς ἀτέκνους.

111. Σκεπτέον δὲ καὶ τὰς φύσιας τῶν γυναικῶν καὶ τὰς χρόας καὶ τὰς ἡλικίας καὶ τὰς ὥρας καὶ τοὺς τόπους καὶ τὰ πνεύματα. Αἱ μὲν γὰρ ψυχραὶ ὑγραὶ καὶ ῥοώδεες, αἱ δὲ θερμαὶ ξηρότεραί τε καὶ στάσιμοί εἰσιν· αἱ μὲν γὰρ ὑπέρλευκοι ὑγρότεραί τε καὶ ῥοωδέστεραι, αἱ δὲ μέλαιναι ξηρότεραί τε καὶ στρυφνότεραι· αἱ δὲ οἰνωποὶ μεσηγύ τι ἀμφοῖν ἔχουσιν. Καὶ ἀμφὶ τῶν ἡλικιῶν ὡσαύτως ξυμβαίνει· αἱ μὲν γὰρ νέαι ὑγρότεραι καὶ πολύαιμοι ὡς ἐπὶ τὸ πουλύ· αἱ δὲ πρεσβύτεραι

240
ξηρότεραι καὶ ὀλίγαιμοι· αἱ δὲ μέσαι μέσον τι ἀμφοῖν ἔχουσιν, ἰσενύουσαι. Δεῖ δὲ τὸν δρθῶς ταῦτα διαχειριούμενον διαγινώσκειν ἑκάστοτε τὰς φύσιας τῶν γυναικῶν καὶ τοὺς καιροὺς καὶ τὰς ἡλικίας καὶ τὰς ὥρας καὶ τοὺς τόπους καὶ τὰ πνεύματα.

112. Ἢν ῥόος ἐν τῇσι μήτρῃσιν ἐγγένηται, αἷμα ῥέει πολλὸν, καὶ θρόμβοι πεπηγότες ἐκπίπτουσι, καὶ ὀδύνη ἴσχει ἐς τὰς ἰξύας καὶ τοὺς κενεῶνας καὶ τὴν νειαίρην γαστέρα, καὶ σκληρή ἐστι, καὶ θιγγανομένη ἀλγέει, καὶ ῥῖγος καὶ πορετὸς ὀξὺς λαμβάνει, καὶ ἀσθενείη ἐπιγίνεται, καὶ πάντα πλὴν ὤμων καὶ ὠμοπλατέων ἀλγέει, καὶ θέρμη ἔχει, καὶ ἐρευθιᾷ, καὶ τὰ φλέβια σκληρὰ ἀντιτυπεόμενα. Ἡ δὲ νοῦσος γίνεται μάλιστα ἐκ τρωσμῶν· γίνεται δὲ καὶ ὁκόταν τὰ ἐπιμήνια μὴ γινόμενα πολλοῦ χρόνου ἐξαπίνης καταῤῥαγῆ. Ταύτῃ, ὁκόταν ὧδε ἔχῃ, ὄλυνθον ξηρὴν κόψας καὶ διασήσας ἐς ὀθόνιον ἐνδῆσαι καὶ προσθέσθαι· καὶ ἐπὶ τὴν νειαίρην γαστέρα ψύγματα ἐπιτιθέναι, φυλασσόμενος μὴ φρίξῃ. Ἐπειδὰν δὲ τὸ ῥεῦμα στῇ, ἀγριελαίης φύλλα ἑψήσας ἐν ὄξει ὡς ὀξυτάτῳ, διανιψάσθω τὰ αἰδοῖα· πινέτω δὲ γίγαρτα καὶ ῥοῦν τὴν ἐρυθρὴν ἑψήσας ἐν ὕδατι

242
ὅσον ἡμικοτύλιον· ἢ μόρα τὰ ἀπὸ τοῦ βάτου τὰ ἐρυθρὰ ξηρήνας, καὶ τρίψας λεῖα μετὰ ἀλήτου σητανίου μίσγων ἴσον ἴσῳ, νήστει διδόναι πίνειν· ἢν δὲ θέλῃς ἰσχυρότερον, τιτάνου ξυμμίξας δύο μοίρας, ἀλήτου ἐπιβαλὼν, πῖσαι· καὶ μὴ λουέσθω· σιτίοισι δὲ χρήσθω ξηροῖσι, καὶ οἴνῳ μέλανι οἰνώδει. Ἢν δὲ οἰδέῃ πεπαυμένου ἤδη τοῦ ῥόου, φάρμακον πῖσαι κάτω· μετὰ δὲ τὸ φάρμακον τὰς ὑστέρας κλύσαι τῷ ἀπὸ τῶν ὀλύνθων, καὶ μετακλύζειν στρυφνοῖσιν· ἢν ταῦτα παθοῦσα ὑγρανθῇ, θυμιήσθω ἕως ἂν ἀποξηραίνῃ.

113. Ῥόος ἐρυθρός· ῥέει τοιόνδε οἷον αἷμα νεοσφαγέος, καὶ θρομβία διαλάμποντα, ἄλλοτε δὲ καὶ ῥόον ἐρυθρὸν ἐκβράσσει, καὶ ἡ γαστὴρ ἡ νειαίρη ἐπαίρεται, καὶ λεπτύνεται, καὶ νηπελεῖ, καὶ σκληρύνεται, καὶ ἀλγέει ψαυομένη ὡς ἕλκεος, καὶ πῦρ ἔχει καὶ βρυγμός· ὀδύνη τε ἐς αὐτὰ τὰ αἰδοῖα καὶ τὸ ἐπίσειον καὶ ἐς τὸν κενεῶνα καὶ τὰς ἰξύας καὶ τένοντα καὶ κοιλίην καὶ στῆθος, καὶ τὰς ὠμοπλάτας καὶ τἄλλα πάντα ἀλγέει, καὶ ἀδυναμίη καὶ ὀλιγοψυχίη ἔχει, καὶ ὁ χρὼς τρέπεται. Καταρχὰς τῆς νούσου τάδε ἐπιλαμβάνει· ἢν δὲ μηκύνῃ, ταῦτα πάντα ἐπὶ μᾶλλον ἀνθέει, καὶ δῆλος ἡ νοῦσος, καὶ τὰ κοῖλα ἐπανίσταται, καὶ οἱ πόδες οἰδέουσιν. Ἡ δὲ νοῦσος λάζεται ἐκ τόκου μάλιστα, ἤν τι ἐν αὐτέῃ διακναισθὲν μὴ ἴῃ, ἄλλ’ ἐνσαπῇ τε καὶ τρυχωθῇ τὸ ἔμβρυον. Ταύτῃ κατ’ ἀργὰς ἢν

244
ἐπιτυγχάνῃς, σπόγγον κατατέγγοντα προστιθέναι ὁκόταν ᾖ ὀδύνη, καὶ ὀθόνιον λεῖον μαλθακὸν κνηστὸν ὕδατι τέγγοντα ψυχρῷ ἐπὶ τὴν γαστέρα ἐπιβάλλειν, καὶ ὕδατι ψυχρῷ καταχεῖν, καὶ τὴν κλίνην ἀπὸ τῶν ποδῶν ὑψηλοτέρην εἶναι, καὶ στορέσαι ὧδε· καὶ τῶν γυναικείων πειρώμενος, ὅ τι ἂν μᾶλλον προσίηται πιπίσκειν· τοῦ σελίνου τὸν καρπὸν κόψαι καὶ φῶσαι σήσαντα, καὶ ἐρύσιμον ὡσαύτως καὶ μήκωνος καρπὸν ξὺν ἀλφίτοισι σήσας, καὶ κνίδης καρπὸν ὡσαύτως· καὶ τῆς ψώρας τῆς ἀπὸ ἐλαίης, καὶ κικίδα, καὶ πήγανον, καὶ ὀρίγανον, καὶ γλήχωνα ἐν ἀλφίτοισι σῆσαι καὶ φυρῆσαι, καὶ κρίμνα ἀπ’ ἀλφίτων ἁδρὰ φῶξαι, καὶ πύανα καταλέσας, καὶ τυρὸν αἴγειον περιξύσας τὸ αἶσχος, τῶν μὲν ἄλλων ἴσον ἑκάστου μίσγε, ὀριγάνου δὲ καὶ πηγάνου καὶ ψώρας καὶ κικίδος ἥμισυ, ταῦτα πίνειν νῆστιν πρωῒ πρὸ τῆς κινήσιος· κιρνάναι δὲ χρὴ καὶ ἐς χρῆσιν· ἢν δριμέα ἴῃ, καὶ κυκεῶνα διδόναι, ἓν μὲν τοῦ φαρμάκου μέρος ἔστω, ἓν δὲ τοῦ τυροῦ, ἓν δὲ τῶν ἀλφίτων· ἐς ἑσπέρην δὲ τοῦ μέλιτος ξυμμίσγοντα πιπίσκειν. Καὶ ἄχρι μὲν ἐν ἀρχῇ ἔχηται τῇ νούσῳ, καὶ τὸ αἷμα συχνὸν ἴῃ, καὶ διαλείπῃ ὀλίγον χρόνον, καὶ ὀδύναι ὀξεῖαι ἴσχωσι, ταῦτα χρὴ ποιέειν. Ἢν δὲ τὸ αἷμα ἔλασσον ῥυῇ καὶ δι’ ἐλάσσονος χρόνου, πιπίσκειν ἃ δὴ κάτω ὑποχωρέει ἢ ἄνω, καὶ πυριῇν τὰ αἰδοῖα βληχροῖσι πυριήμασιν, ὡς ἂν δοκέῃ ἑκάστοτε καιρὸς εἶναι, καὶ ζειὰς ἐρίξαντα ξὺν τοῖσι κελύφεσι, καὶ ὀλύνθους ἐρινεοὺς αὐήναντα
246
κόψαι, καὶ σῆσαι, καὶ ἐλαίης φύλλα ὁμοίως, ἴσον ἑκάστου, καὶ καταπλάσσειν, καὶ γάλα πιπίσκειν βόειον, ἢ ἑφθὸν, ἢ ὠμὸν, πρὸς τὸ ὀρθῶς ἔχον ὁρῶν, καὶ ὡς ἂν καιρὸς δοκέῃ εἶναι. Ἡ δὲ νοῦσος δοκέει βληχρὴ εἶναι καὶ θανατώδης· ὀλίγαι δὲ διαφεύγουσιν.

114. Ὁκόταν γυναικὶ αἷμα ῥέῃ ἐκ τῶν ἄρθρων ὑπὸ τόκου διεφθορυίῃ ἢ ὑπὸ νούσου· οἴονται δ’ ἔνιοι τοῦτο τῶν ἰητρῶν ῥόον εἶναι, τὸ δ’ ἐστὶν ἑτεροῖον· τοῦτο μὲν ἐκ τῶν ἄρθρων κἀκ τῆς ὀσφύος καὶ ἰσχίου κολλῶδες ὁμοῦ τῷ αἵματι· κεῖνο δὲ ἀπὸ ὑστερέων καὶ κοίλων φλεβῶν, καθαρὸν αἷμα. Ταύτην χρὴ ὑποθυμιῇν, ζειὰς κατερίξαντα ὅσον ἡμίεκτον, ὄξει φυρῆσαι ὀλίγῳ, ὅκως μὴ κατὰ πᾶν ὑγρήνῃς τὰς μήτρας, καὶ τοῦ θείου ὁκόσον ἡμιωβόλιον μίξας πρὸς τὰς ζειὰς τετριμμένας καὶ τῷ ὄξει φυρήσας, τὴν νύκτα τίθει· πρωῒ δὲ πῦρ πολλὸν κατακαύσας, ἐπιτιθέναι· καὶ φλόμου βύσματα ἀπὸ ἐλαιηρῶν κεραμίων, καὶ ἀπὸ τοῦ κνάφου τῶν κναφέων ξύμμισγε καθαρσίων, καὶ τοῦ καρποῦ τοῦ ὄφιος· ἀφαιρέειν δὲ τὸ πολλὸν τοῦ πυρὸς, καὶ καίειν, καπνίσαις γὰρ ἂν μάλιστα. Δίφρον δὲ χρὴ ὀπήεντα εἶναι καὶ ἀμφιίζεσθαι τὴν γυναῖκα περιστειλαμένην εἵμασιν, ὡς μὴ παραπνέῃ· ἐπὶ δὲ τὸ πῦρ ἐπιπάσσειν τὸ ξὺν τῷ ὄξει, καὶ τοῦ καρποῦ τοῦ ὄφιος. Καὶ σμύρνα δὲ μισγομένη ἐνεργὸν, καὶ παύει τὰ

248
αἰδοῖα τὸ θυμιητὸν αἱμάσσεσθαι. Ἢν δὲ ἅλις ἔχῃ, ἐρυσίμου καρπὸν πεφωσμένον τρῖψαι καὶ ἐν οἴνῳ διδόναι.

115. Ῥόος πυῤῥὸς ῥέει, οἷον ἐξ ὠοῦ εἰδεχθέος πουλύ τε καὶ δύσοδμον, καὶ φλεγμαίνουσιν αἱ ὑστέραι, καὶ ὀδύνη ἐκ τῆς ὀσφύος καὶ τῶν βουβώνων, καὶ τὰ ἐπερχόμενα πολλὰ, καὶ ἢν μὴ ἀπαλλάσσηται, ταχὺ ῥέοντα· ἀλλ’ ἢν καὶ χρόνος ἐγγένηται, τὰ ἀπιόντα σήπει ὡς οἷόν τε μάλιστα· ῥεῖ γὰρ οἷον ἀπὸ κρεῶν ὀπτῶν χυμός· ἅμα δὲ τουτέοισι πυρετοὶ ἰσχυροὶ καὶ ῥίγεα· ἐκ δὲ τῶν τοιούτων ῥόων αἱ μὲν πολλαὶ ἀπόλλυνται, ὀλίγαι δὲ διαφεύγουσιν. Κἢν μὲν ἐν ἀρχῇ παραλάβῃς, θεραπεύειν ὧδε χρή· ἢν μὲν ἀπύρετοι ἔωσι καὶ ἰσχύωσιν, ἐλλεβορίζειν· ὅταν δὲ γένηται, διαλιπόντα ἡμέρας τρεῖς ἢ τέσσαρας κάτω πῖσαι φάρμακον. Μετὰ δὲ τὴν κάθαρσιν διαιτῇν ὧδε, ὅκως τὰ ῥεύματα ὑδαρέα ἔσται καὶ λιπαρά· πρωῒ μὲν νήστει διδόναι τῶν φαρμάκων τι πίνειν ἐπ’ οἶνον ἐπιπάσσων, ὧν ἂν ἐγὼ γράψω πρὸς ῥόον· μετὰ δὲ τὸ φάρμακον ἐν τῇ ἄλλῃ διαίτῃ θεραπεύειν, τὰς δὲ ὑστέρας θεραπεύειν ὧδε· ἢν μὲν φλεγμαίνωσι καὶ ξυμμεμύκωσι, πυριῇν χρὴ μαλθακῇσι τῇσι πυρίῃσι, μέχρις οὗ τὸ στόμα τῶν μητρέων μαλθακὸν γένηται· μετὰ δὲ τὰς πυρίας, κλύζειν τῶν κλυσμάτων ὁκοίοισιν ἂν δοκέῃ δεῖσθαι, ἤν τε καθαρτικωτέροισιν ἤν τε μαλθακωτέροισι· μετὰ δὲ τοὺς κλυσμοὺς μαλθακτήρια προστιθέναι· ἢν δὲ μὴ εὔλυτον τὸ στόμα γίνηται, πυριῇν καὶ μαλθάσσειν προσθέτοισιν ὧν ἂν ἐγὼ γράψω, μέχρις ἂν ἀναστομωθῇ. Ἢν δὲ μὴ πρὸς ταῦτα παύηται τὰ ῥεύματα, καθαίρειν

250
τὴν κεφαλὴν, καὶ οὕτω διαιτῇν· ἢν μὲν δυσουρέῃ, ὄνου γάλα πίνειν· λαχάνοισιν ἑφθοῖσι καὶ ἡμέροισι καὶ ἀγρίοισι, πλὴν σκορόδων καὶ πράσων καὶ κράμβης καὶ ῥεφάνου τῆς μακρῆς· θαλασσίων βάτῳ τῷ λείῳ, σκορπίῳ, γόγγρῳ, νάρκῃ, ἐγχέλυϊ, ψήσσῃ, κωβιῷ, ἑψεῖν δὲ χρὴ ἐν κρομμύοισι καὶ κοριάννοισιν, ἐν ἅλμῃ γλυκείῃ καὶ λιπαρῇ δίεφθα· κρεῶν δὲ μάλιστα μὲν συὸς, δεύτερον δὲ ἀρνὸς, ἢ ὄϊος, ἑφθοῖσι μᾶλλον ἢ ὀπτοῖσι, καὶ ζωμοῖσιν· οἴνῳ λευκῷ μελιχρῷ ὑδαρεῖ· λουτροῖσιν ἄνευ τῆς κεφαλῆς, μὴ λίην θερμοῖσι μηδὲ πολλοῖσιν. Ἢν δὲ πρὸς ταύτην τὴν δίαιταν τῆς μὲν ἑλκώσιος καὶ τῆς φλεγμασίης ἀπαλλάσσωνται, ὑγραὶ δὲ ὦσιν αἱ μῆτραι, ἀντὶ μὲν λουτρῶν ἀλουσίῃσιν, ἀντὶ δὲ κιῤῥῶν οἴνων μέλασιν, ἀντὶ δὲ ὑδαρεστέρων ἀκρητεστέροισιν, ἀντὶ δὲ ἀλφίτων ἄρτοισι, ἀντὶ δὲ ἰχθύων κρέασιν ὀπτοῖσι καὶ σιτίοισι πᾶσι τοῖσι ξηραντικοῖσιν, οἷσιπερ ἐπὶ τῇσι διαῤῥοίῃσι χρεόμεθα· κλυσμῶν ἀπηλλάχθαι πάντων, πλὴν οἴνου καὶ ὕδατος· θυμιῆσθαι δὲ τοῖσι στυπτικοῖσιν· ἄριστον δὲ ἐν γαστρὶ ἔχειν. Ἢν δέ τις νεῆνις ᾖ, ἐμέτους νήστιας, πυκνὰ δὲ ἐπεμέειν, καὶ μετέπειτα ἀριστίζεσθαι σμικρόν. Αὕτη τῶν ῥόων τῶνδε τυγχάνει δίαιτα.

116. Ῥόος λευκός· ῥέει λευκὸν ὡς ὄνου οὖρον, καὶ ἐν τῷ προσώπῳ οἰδήματα, καὶ τὰ ὑποφθάλμια οἰδέει ἄμφω, ὑδρωποειδέα τε καὶ οὐ πάνυ εὐειδέα τὰ τῶν ὀφθαλμῶν, καὶ τὸ λαμπρὸν ἄπεστι, καὶ γλαμυροὶ οἱ ὀφθαλμοὶ καὶ ἀμβλυώσσοντες, καὶ τὸ χρῶμα ἀφυῶδες καὶ φλυκταινοειδὲς, καὶ ἡ γαστὴρ ἐπανοιδέουσα ἡ νειαίρη, καὶ ἐν τῇσι γνάθοισι κατὰ σμικρὸν ἐρυθροειδέα τε καὶ σμικρὰ καὶ ὑδαρέα καὶ πονηρὰ, καὶ ἐν τοῖσι σκέλεσιν οἰδήματα, καὶ ἢν πιέζῃς τῷ

252
δακτύλῳ, ἐμπλάσσεται ὥσπερ ἐν σταιτὶ, καὶ τὸ στόμα σιέλου ἐμπίπλαται· καρδιωγμοί τε, ὁκόταν νήστιες ἔωσιν, καὶ ἐμέουσιν οἷον ὕδωρ ὀξύ· καὶ ἢν πρὸς ἄναντες πορευθῇ, θᾶσσον ἆσθμα ἔχει, καὶ πνὶξ, καὶ σκελέων ἀπόφυξις, καὶ γουνάτων ἀκρασίη, καὶ ἐν τῷ στόματι ἄφθαι, καὶ ὑστέρη παρὰ λόγον ἀνεστόμωται, καὶ ἐμπέπτωκεν ἐν τῷ στόματι βαρέη ὥσπερ μόλιβδος· καὶ διὰ τῶν μηρῶν διατείνουσιν ὀδύναι, καὶ ἀποψύχεται πάντα τὰ κάτω, τὰ ἀπὸ νειαίρης γαστρὸς ἀρχόμενα ἄχρι ποδῶν, καὶ τὰ θέναρα τῶν ποδῶν ναρκῶσι, καὶ ἐπιβαίνειν οὐ δύνανται. Τὰς τοιαύτας χαλεπὸν ἀπαλλάσσειν τῶν νοσημάτων· αἵ τε γὰρ ἡλικίαι προβεβήκασιν, οἵ τε κάματοι ξυγκαταγηράσκουσιν, ἢν μή τι εὐτύχημα τῶν αὐτομάτων λύσῃ γενόμενον. Ταύτῃσι χρὴ ἀπαρύσαι, ὅταν πλεονάζῃ, φαρμάκοισιν ἅσσα χολὴν ξανθὴν μὴ καθαίρει, ἀλλὰ τὰ οὐρητικὰ ταύτῃσι ξυμφέρει πενόμενα. καὶ κεφαλῆς καθάρσιες, καὶ ἀλουσίαι, καὶ τὸ λευκὸν ἐπίθυμον ποιέει, καὶ περίπατοι, καὶ πᾶσα ξηρασίη ἐν τῇ διαίτῃ. Ταῦτα δρῶσαι ὑγιέες μὲν παντελῶς οὐ γίνονται, εὐπετέστερον δὲ διάγουσιν.

117. Ῥόου λευκοῦ θεραπείη· καθαίρεται λευκὸν ὑπόχλωρον, καὶ ὅταν οὐρέῃ, δάκνει καὶ ἀμύσσει, καὶ ἑλκοῖ τὴν ὑστέρην, καὶ πυρετὸς ἔχει ὀξὺς, καὶ θέρμη πολλὴ, δίψα, ἀγρυπνίη, καὶ ἔκφρονες γίνονται, καὶ ὅταν σπουδάσῃ, ἆσθμά μιν ἔχει, καὶ τὰ γυῖα λύονται. Ταύτην μήκωνα πιπίσκειν λευκὴν, καὶ κνίδης καρπὸν, ἄμεινον κάὶ ῥοιῆς γλυκείης ῥίζαν καὶ φύλλα καὶ ῥόον καὶ κικίδα· ταῦτα ἐν οἴνῳ στρυφνῷ πιπίσκειν, καὶ ῥοιῆς χυλὸν, καὶ ξυμμίσγειν τυρὸν αἴγειον·

254
ὑποκάπνιζε δὲ ζειὰς καὶ ὀλύνθους χειμερινοὺς καὶ ἐλαίης πέταλα καὶ ψώρας, καὶ σικύης λέμματα τρίτον μέρος, τὰ δ’ ἄλλα ἴσον· καὶ τῶν ἑψανῶν ῥοφέειν, καὶ τὰ δι’ ἀμυγδάλων καὶ σησάμου ῥοφήματα, καὶ αἰωρέεσθαι καὶ ὀχέεσθαι καὶ μὴ ἠρεμεῖν.

118. Ῥόος ἄλλος· καθαίρεται ὁκοῖον προβάτου οὖρον πολὺ, χροιὴ λευκὴ, καὶ οἰδέει πᾶσα, καὶ ἐν τῇσι κνήμῃσι πόμφοι ἀνίστανται, καὶ ἢν ἐπαφήσῃ τῷ δακτύλῳ, τῇσι κνήμῃσι καὶ τοῖσι ποσὶν ἐμπλάσσεται βοθροειδέα, καὶ ἤν τι φάγῃ, ἐμπίπλαται, καὶ φλεγμαίνει, καὶ ἐπειδὰν ὁδοιπορήσῃ καὶ ἔργον τι δράσῃ, ἆσθμά μιν λαμβάνει καὶ πόνος, καὶ ἡ χροιὴ λευκὴ, ἐνίοτε ὑπόχλωρος. Ταύτῃ, ἢν ἰσχύῃ καὶ ᾖ νέη, καὶ τἄλλα φαίνηται, καταρχὰς δίδου ἄνω φάρμακον καὶ κάτω· καὶ τὴν κεφαλὴν κάθαιρε, ἢν μὲν φλεγματώδης ᾖ, δι’ ὧν φλέγμα καθαίρεται, ἢν δὲ χολώδης, δι’ ὧν χολή· καὶ ἢν ὥρη ᾖ τοῦ ἔτεος καὶ ἢν μὴ φύσει ᾖ σπληνώδης, καὶ ἢν τι τῶν εἰρημένων ᾖ, ὀῤῥὸν διδόναι, ἀφεψεῖν δὲ καὶ πίνειν ὡς πλεῖστον χρόνον· καὶ ἐς ἑσπέρην οἶνον γλυκὺν ὑδαρέα, ἢν δέῃ, σίτου δὲ μὴ ἅπτεσθαι· ἢν δὲ ἀσθενὴς ᾖ, ῥοφήματι ὡς ἐλαχίστῳ, καὶ ἀλουτεέτω· ἐπειδὰν δέ σοι καιρὸς δοκέῃ εἶναι, τῆς πόσιος παυέσθω, καὶ μετὰ τὴν κάθαρσιν σιτίοισι χρεέσθω, ἀπεχομένη λιπαρῶν καὶ δριμέων καὶ γλυκέων, καὶ ἁλμυρῶν, καὶ λαχάνων δριμέων, χρῆσθαι δὲ ἰχθύσι πετραίοισι καὶ κρέασι μηλείοισιν, ἢ ὀρνιθίοισιν, ἢ λαγωοῖσιν, ἄρτῳ σποδίτῃ ἢ ἐρικτοῖσι, καὶ λαχάνοισιν ἑφθοῖσι χρεέσθω, καὶ ἀγρίοισι τρωκτοῖσι καὶ ἡμέροισιν ἄτερ δριμέων· καὶ περιπατείτω πρωῒ καὶ

256
ἀπὸ τοῦ σίτου. Ἐπὴν δέ σοι δοκέῃ ταῦτα ποιέοντι ξηροτέρη εἶναι, κλύζειν τὰς ὑστέρας τῇ τρυγί· τρεῖς δὲ ἢ τέσσαρας ἡμέρας διαλιπὼν, μετέπειτα στρυφνοῖσι κλύσαι, καὶ ἐπισχόντα, ἢν μὲν ᾖ ξηρὴ. ἡσυχίην ἄγειν, καὶ ἢν φύσει ᾖ χολώδης ἢ φλεγματώδης, ὑπὸ δὲ τῆς διαίτης καὶ τῆς φαρμακοποσίης λεπτυνθεῖσα, ἢν μὴ δύνηται ἀναλαβεῖν, γάλα πινέτω τεσσαράκοντα ἡμέρας βόειον, θερμὸν ἀπὸ βοός. Τὴν δέ γε φλεγματώδεα ἄμεινον σιτίοισιν ὡς ἐλαχίστοισι χρέεσθαι, ἕως ἂν γαλακτοποτέῃ, ἔστω δὲ μέτρον ὅσον ἓξ κοτύλαι ἀττικαὶ, ἄρχεσθαι δὲ ἀπὸ δύο, καὶ προσθέτω κοτύλην ἑκάστης ἡμέρης, ἄχρις ἂν ἕξ γένωνται, κἀκ τοῦ κατ’ ὀλίγον ἐπὶ τὸ ἔλασσον, καὶ μετὰ τὴν γαλακτοποσίην ἀνακόμιζε σιτίοισι καὶ διαίτῃ. Καὶ μετὰ τὴν· τοῦ γάλακτος πόσιν πινέτω πρωῒ νῆστις ἀδίαντον, ξηρήνας, κοψάτω, καὶ διασήσας διὰ κρησέρης, τοῦτο διδόναι ἐν οἴνῳ μέλανι εὐώδει κεκρημένῳ. Ἢν δὲ ὑποστρέφῃ ἡ νοῦσος, πυριῆσαι αὐτὴν ὅλην, καὶ αὖθις φαρμάκοισι καθῆραι κάτω, καὶ μετὰ τοῦτο κλύσαι τὰς ὑστέρας, ἢν μὲν φύσει ᾖ φλεγματώδης, τῷ κόκκῳ τῷ κνιδίῳ, ἢ τῇ ῥίζῃ τῆς θαψίης, ἢν δὲ χολώδης ᾖ, τῆς σκαμμωνίης τῷ ὀπῷ, ἢ κολοκυνθίδι τῇ ἀγρίῃ, κόψας, ἐπιχέας δύο κοτύλας ὕδατος, ἀφεψεῖν ἐς τὸ ἥμισυ, τουτέῳ ξυμμίσγειν μέλι καὶ ἔλαιον ναρκίσσινον ἢ ἄνθινον· ἔστω δὲ τοῦ μὲν μέλιτος τεταρτημόριον κοτύλης, τοῦ δὲ ἐλαίου μέτρον ἡμιόλιον τοῦ μέλιτος· μετακλύζειν δὲ τῷ μέλιτι καὶ τῷ οἴνῳ καὶ τῷ ἐλαίῳ μούνῳ, καὶ θυμιῆσθαι, καὶ ἐπισχεῖν ἡμέρας τρεῖς ἢ τέσσαρας· ἀδίαντον δὲ πινέτω. Καὶ ἢν μὴ ἐν γαστρὶ λάβηται,
258
ὑποστρέφει, καὶ ὑποστρεφομένης τῆς νούσου ἀπόλλυται. Ὁκόσας γεραιτέρας λαμβάνει ἡ νοῦσος αὕτη, κατασήπονται αἱ ὑστέραι, ἐκφεύγουσι δὲ πάνυ ὀλίγαι.