De diaeta

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

67. Περὶ δὲ διαίτης ἀνθρωπίνης, ὥσπερ μοι καὶ πρόσθεν εἴρηται, ξυγγράψαι μὲν οὐχ οἷόν τε ἐς ἀκριβείην, ὥστε πρὸς τὸ πλῆθος τοῦ σίτου τὴν ξυμμετρίην ποιέεσθαι τῶν πόνων· πουλλὰ γὰρ τὰ κωλύοντα. Πρῶτον μὲν αἱ φύσιες τῶν ἀνθρώπων διάφοροι ἐοῦσαι· καὶ γὰρ αἱ ξηραὶ αὐταὶ ἑωυτῶν πρὸς αὐτὰς καὶ πρὸς ἄλλα μᾶλλον καὶ ἧσσον ξηραὶ, καὶ ὑγραὶ ὡσαύτως, καὶ αἱ ἄλλαι πᾶσαι· ἔπειτα αἱ ἡλικίαι οὐ τῶν αὐτῶν δεόμεναι· ἔτι δὲ καὶ τῶν χωρίων αἱ θέσιες, καὶ τῶν πνευμάτων αἱ μεταβολαὶ, τῶν τε ὡρέων αἱ μεταστάσιες, καὶ τοῦ ἐνιαυτοῦ αἱ καταστάσιες· αὐτῶν τε τῶν σίτων πολλὴ διαφορά· πυροί τε γὰρ πυρῶν καὶ οἶνος οἴνου καὶ τἄλλα ὅσα διαιτεόμεθα, πάντα διάφορα ἐόντα ἀποκωλύει μὴ δυνατὸν εἶναι ἐς ἀκριβείην ξυγγραφῆναι. Ἀλλὰ γὰρ αἱ διαγνώσιες ἔμοιγε ἐξευρημέναι εἰσὶ τῶν ἐπικρατεόντων ἐν τῷ σώματι, ἤν τε οἱ πόνοι ἐπικρατέωσι τῶν σιτίων, ἤν τε τὰ σιτία τῶν πόνων, καὶ ὡς χρὴ ἕκαστα ἐξακέεσθαι, προκαταλαμβάνειν τε ὑγείην, ὥστε τὰς νούσους μὴ προσπελάζειν, εἰ μή τις μεγάλα πάνυ ἐξαμαρτάνοι καὶ πολλάκις· ταῦτα δὲ φαρμάκων δέεται ἤδη, ἔστι δ’ ἅσσα οὐδ’ ὑπὸ τῶν φαρμάκων δύναται ὑγιάζεσθαι.

594
Ὡς μὲν οὖν δυνατὸν εὑρεθῆναι, ἔγγιστα τοῦ ὅρου ἐμοὶ εὕρηται, τὸ δὲ ἀκριβὲς οὐδενί.