De diaeta
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
66. Περὶ δὲ κόπων τῶν ἔν τοῖσι σώμασιν ἐγγινομένων ὧδε ἔχει· οἱ μὲν ἀγύμναστοι τῶν ἀνθρώπων ἀπὸ παντὸς κοπιῶσι πόνου· οὐδὲν γὰρ τοῦ σώματος διαπεπόνηται πρὸς οὐδένα πόνον· τὰ δὲ γεγυμνασμένα τῶν σωμάτων ὑπὸ τῶν ἀνεθίστων πόνων κοπιᾷ· τὰ δὲ καὶ ὑπὸ τῶν συνήθων γυμνασίων κοπιᾷ, ὑπερβολῇ χρησάμενα. Τὰ μὲν οὖν εἴδεα τῶν κόπων τοιαῦτά ἐστιν· ἡ δὲ δύναμις αὐτέων ὧδε ἔχει· οἱ μὲν γὰρ ἀγύμναστοι ὑγρὴν τὴν σάρκα ἔχοντες, ὁκόταν πονήσωσι, θερμαινομένου τοῦ σώματος, σύντηξιν πολλὴν ἀφιᾶσιν· ὅ τι μὲν οὖν ἂν ἐξιδρώσῃ ἢ ξὺν τῷ πνεύματι ἀποκαθαρθῇ, οὐ παρέχει πόνον ἄλλον ἢ τῷ κενωθέντι τοῦ σώματος παρὰ τὸ ἔθος· ὅ τι δ’ ἂν ἐμμείνῃ τῆς
584
συντήξιος, οὐ μόνον τῷ κενωθέντι τοῦ σώματος παρὰ τὸ ἔθος παρέχει πόνον, ἀλλὰ καὶ τῷ δεξαμένῳ τὸ ὑγρόν· οὐ γάρ ἐστι ξύντροφον τῷ σώματι, ἀλλὰ πολέμιον. Ἐς μὲν δὴ τὰ ἄσαρκα τῶν σωμάτων οὐ ξυνίσταται ὁμοίως, ἐς δὲ τὰ σαρκώδεα, ὥστε τούτοισι πόνον παρέχειν ἕως ἂν ἐξέλθῃ. Ἅτε δὴ οὐκ ἔχον περίοδον, ἀτρεμίζον ἐκθερμαίνεται αὐτό τε καὶ τὰ προσπίπτοντα· ἢν μὲν οὖν πουλὺ γένηται τὸ ἀποκριθὲν, ἐκράτησε καὶ τοῦ ὑγιαίνοντος, ὥστε συνεκθερμανθῆναι ὅλον τὸ σῶμα, καὶ ἐνεποίησε πυρετὸν ἰσχυρόν. Θερμανθέντος γὰρ τοῦ αἵματος καὶ ἐπισπασθέντος, ταχείην ἐποίησε τὴν περίοδον τὰ ἐν τῷ σώματι, καὶ τό τε ἄλλο σῶμα καθαίρεται ὑπὸ τοῦ πνεύματος, καὶ τὸ συνεστηκὸς θερμαινόμενον λεπτύνεταί τε καὶ ξυνεξωθέεται ἐκ τῆς σαρκὸς ἔξω ἐπὶ τὸ δέρμα, ὅπερ ἱδρὼς καλέεται θερμός. Τούτου δ’ ἀποκριθέντος, τό τε αἷμα καθίσταται ἐς τὴν κατὰ φύσιν σύστασιν, καὶ ὁ πυρετὸς ἀνίησι, καὶ ὁ κόπος παύεται μάλιστα τριταῖος. Χρὴ δὲ τὸν τοιοῦτον κόπον ὧδε θεραπεύειν· πυρίῃσι καὶ λουτροῖσι θερμοῖσι διαλύοντα τὸ ξυνεστηκὸς καὶ περιπάτοισι μὴ βιαίοισιν, ὡς ἀποκαθαίρωνται, καὶ ὀλιγοσιτίῃσι καὶ ἰσχνασίῃσι συνιστάναι τῆς σαρκὸς τὴν κένωσιν, καὶ τρίβεσθαι τῷ ἐλαίῳ ἡσυχῇ πουλὺν χρόνον, ὅκως μὴ βιαίως διαθερμαίνωνται· καὶ τοῖσι χρίσμασι τοῖσιν ἱδρωτικοῖσι καὶ μαλακτικοῖσι χρίεσθαι καὶ μαλακευνεῖν ξυμφέρει. Τοῖσι δὲ γυμναζομένοισιν ὑπὸ τῶν ἀνεθίστων πόνων διὰ τάδε γίνεται ὁ κόπος· ὅ τι ἂν μὴ πεπονήκῃ τὸ σῶμα, ὑγρὴν ἀνάγκη τὴν σάρκα εἶναι πρὸς τοῦτον τὸν τόπον, πρὸς ὃν μὴ εἴθισται πονέειν, ὥσπερ 586
ἀγυμνάστων πρὸς ἕκαστα· τὴν μὲν οὖν σάρκα ξυντήκεσθαι ἀνάγκη καὶ ἀποκρίνεσθαι καὶ συνίστασθαι ὥσπερ τῷ προτέρῳ. Ξυμφέρει δὲ θεραπεύεσθαι ὧδε· τοῖσι μὲν γυμνασίοισι χρῆσθαι τοῖσι συνήθεσιν, ὅκως τὸ ξυνεστηκὸς θερμαινόμενον λεπτύνηται καὶ ἀποκαθαίρηται, καὶ τὸ ἄλλο σῶμα μὴ ὑγραίνηται, μηδ’ ἀγύμναστον γίνηται. Τοῖσι δὲ λουτροῖσι τοῖσι θερμοῖσι ξυμφέρει καὶ τοῦτον χρέεσθαι, καὶ τῇ τρίψει ὁμοίως ὡς καὶ τὸν πρόσθεν. Τῆς δὲ πυριήσιος οὐδὲν δέεται· οἱ πόνοι γὰρ ἱκανοὶ θερμαίνοντες λεπτύνειν καὶ ἀποκαθαίρειν τὸ συστάν. Οἱ δὲ ἀπὸ τῶν συνήθων γυμνασίων κόποι τόνδε τὸν τρόπον γίνονται· ἀπὸ μὲν συμμέτρου πόνου κόπος οὐ γίγνεται· ὁκόταν δὲ πλείων τοῦ καιροῦ πόνος ᾖ, ὑπερεξήρηνε τὴν σάρκα· κενωθεῖσα δὲ τοῦ ὑγροῦ, θερμαίνεται καὶ ἀλγέει καὶ φρίσσει καὶ ἐς πυρετὸν καθίσταται μακρότερον, ἢν μή τις ἐκθεραπεύσῃ ὀρθῶς. Χρὴ δὲ πρῶτον μὲν αὐτὸν τῷ λουτρῷ μὴ σφόδρα πολλῷ μηδὲ θερμῷ ἄγαν λούεσθαι, εἶτα πίσαι αὐτὸν ἐκ τοῦ λουτροῦ μαλακὸν οἶνον, καὶ δειπνεῖν ὡς πλεῖστα καὶ παντοδαπὰ σιτία, καὶ ποτῷ ὑδαρεῖ, οἴνῳ δὲ μαλακῷ χρέεσθαι πολλῷ, εἶτ’ ἐνδιατρῖψαι πλέω χρόνον μέχρις ἂν αἱ φλέβες πληρωθεῖσαι ἀρθῶσιν· εἶτα ἐξεμεέτω, καὶ ἐξαναστάντα ὀλίγον καθεύδειν μαλακῶς· εἶτα προσάγειν ἡσυχῇ τοῖσι σιτίοισι καὶ τοῖσι πόνοισι τοῖσι συνήθεσιν ἐς ἡμέρας ἓξ, ἐν ταύτῃσι δὲ καταστῆσαι ἐς τὸ σύνηθες καὶ σίτου καὶ ποτοῦ. Δύναμιν δὲ ἔχει ἡ θεραπηΐη τοιήνδε· ἀνεξηρασμένον τὸ σῶμα ἐς ὑπερβολὴν ἐξυγρῆναι 588
δύναται ἄτερ ὑπερβολῆς· εἰ μὲν οὖν δυνατὸν ἦν, τὴν ὑπερβολὴν τοῦ πόνου γνόντα ὁκόση τίς ἐστι, τοῦ σίτου τῇ ξυμμετρίῃ ἀκέσασθαι, εὖ ἂν εἶχεν οὕτω· νῦν δὲ τὸ μὲν ἀδύνατον, τὸ δὲ ῥᾴδιον· ἐξηρασμένον γὰρ τὸ σῶμα, σίτων ἐμπεσόντων παντοδαπῶν, ἕλκει τὸ ξυμφέρον αὐτὸ ἑωυτῷ ἕκαστον τοῦ σώματος ἑκάστου σίτου, πληρωθὲν δὲ καὶ ὑγρανθὲν, κενωθείσης τῆς κοιλίης ὑπὸ τοῦ ἐμέτου, ἀφίησι πάλιν τὴν ὑπερβολήν· ἡ δὲ κοιλίη κενὴ ἐοῦσα ἀντισπᾷ. Τὸ μὲν οὖν ὑπερβάλλον ὑγρὸν ἐξερεύγεται ἡ σὰρξ, τὸ δὲ σύμμετρον οὐκ ἀφίησιν, ἢν μὴ διὰ βίης ἢ πόνων ἢ φαρμάκων ἢ ἄλλης τινὸς ἀντισπάσιος. Τῇ δὲ προσαγωγῇ χρησάμενος καταστήσεις τὸ σῶμα ἐς τὴν ἀρχαίην δίαιταν ἡσυχῇ.