Strategemata
Polyaenus Macedo
Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887
Ἡρακλῆς ἐξελεῖν βουλόμενος τοῦ Πηλίου τὸ Κενταύρων γένος, οὐ μὴν αὐτὸς ἄρξαι μάχης, ἀλλʼ ἐκείνους ἐκκαλέσασθαι κατήγετο παρὰ Φόλῳ· οἴνου δὲ ἀνθοσμίου πίθον ἀνοίξας αὐτός τε καὶ ὅσοι ἀμφʼ αὐτὸν ἠρύσαντο. ᾔσθοντο οἱ γείτονες Κένταυροι καὶ συνδραμόντες ἐπὶ τὸ ἄντρον τοῦ Φόλου τὸν οἶνον ἥρπαζον· Ἡρακλῆς ὡς ἄδικα δρῶντας ἀμυνόμενος τοὺς ἐπελθόντας ἔκτεινε Κενταύρους.
Ἡρακλῆς τὴν ἀλκὴν τοῦ Ἑρυμανθίου συὸς φοβη- θεὶς δόλῳ τὸν θῆρα εἷλεν. ὁ μὲν ὑπὸ τῇ φάραγγι εὐνάζετο· μεστὴ δὲ χιόνος πολλῆς ἡ φάραγξ ἦν. ὁ δὲ λίθους πολλοὺς ἄνωθεν ἐπέβαλεν, ὥστε ἀγριανθεὶς ὁ σῦς ἐξάλλεται καὶ θυμῷ φερόμενος τῇ χιόνι ἐμπεσὼν καταδυόμενος περιπταίων ἁλίσκεται.
[*](Cap. 3. § 1. Cf. Diod 4, 12, 3.)[*](2 ἦχον] δόξαν Hertlein coll. 1, 5. 1, 21, 1. 2, 3, 7. 2, 4, 1. 8, 23, 7. 8, 23, 12, qnae tamen omnia ad oculorum ludibrium pertinent; de forma ἦχος cf. 3, 9, 5. 42. 5, 23 || 5 καινοὺς F || 6 Πανικὰ Casaub. W, quod probavit Hertlein (lahnii annal. 1861, p. 248), cf. indicem hist. s. v. et Cic. ad Att. 5, 20; Πανὶ F; Πανικοὺς Anon. VΚ || 9 ἀλλʼ ἐκείνους, ἐκκαλεσόμενος R || 19 ἐπέβαλεν scripsi cum Herchero (qui ἐπέβαλλεν); ἐνέβαλεν F; ἐνέβαλλεν M; ἔβαλλεν Κ.)Ἡρακλῆς πλεύσας ἐπὶ Τροίαν αὐτὸς μὲν ἀπέβη [*](e.58,1) πεζομαχήσων, τοῖς δὲ κυβερνήταις προσέταξε τὰς ναῦς ἀνακωχεύειν. οἱ μὲν οὖν πεζοὶ Τρῶες ἡττῶντο, οἱ δὲ ἱππεῖς ἐπὶ τὰς ναῦς ἔδραμον· οὐ μὴν αἱροῦσι τὰ σκάφη σαλεύοντα ἄνω θαλάσσης. Ἡρακλῆς διώξαc ἔκτεινε πάντας παρὰ τὴν ἠϊόνα φεύγειν οὐκ ἔχοντας διὰ θαλάττης.
Ἡρακλῆς ἐν Ἰνδικῇ θυγατέρα ἐποιήσατο, ἥν ἐκά- λεσε Πανδαίην. ταύτῃ νείμας μοῖραν τῆς νδικῆς πρὸς μεσημβρίαν καθήκουσαν εἰς θάλασσαν διένειμε τοὺς ἀρχομένους εἰς κώμας τξεʼ προστάξας καθʼ ἑκά- στην ἡμέραν μίαν κώμην ἀποφέρειν τὸν βασίλειον φόρον, ἴνα τοὺς ἤδη δόντας ἔχοι συμμάχους ἡ βασι- λεύουσα κατανοοῦσα ἀεὶ τοὺς δοῦναι ὀφείλοντας.
Ἡρακλῆς Μινύαις πολεμῶν, ἦσαν δὲ ἰππομαχεῖνe [*](e.37,1) ἐν πεδίῳ Μινύαι δεινοὶ, μάχην συνάψαι μὴ θαρ- ρῶν ποταμὸν ἐπαφῆκεν. ἦν δὲ ὁ ποταμὸς Κηφισὸς ὁρίζων ὅρη δύο, Παρνασσὸν καὶ Ἡδύιον. τεμὼν δὲ τὴν Βοιωτίαν μέσην, πρὶν ἐκβάλλειν εἰς θάλασ- σαν, ἐμπίπτων μεγάλῳ χάσματι ἀφανὴς γίγνεται. τοῦτο δὲ τὸ χάσμα Ἡρακλῆς πέτροις μεγάλοις περι- [*](Cap. 3. § 4. Ex Megasthenis adicis hausta esse censue- rat W (praef. p. XIII et not 20), sed cf. J. p. 423.) [*](1 Τροίαν F] Προῦσαν H: cf. Diod. 4, 32, 3, Apollod. 2, 5, 9 || 4 εἰς τὰς ναῦς H || 6 πρὸς τὴν ἠιόνα H 7 ἐπὶ θαλάττης H || 9 Πανδάμην F; corr. vulg. 11 τξεʹ] trecentos vicos auctore Megastnene Plin. n h. 7, 2, 29 coll. 6, 20, 76 12 ἀποφέρειν Hertein; ἀναφέρειν P 13 ἥδη δόντας Cas.; μὴ διδόντας F; μὴ δόντας D; ἥδη δεδωκότας πρὸς (vel ἐπὶ) τοὺς μὴ διδόντας R; διδόντας R 14 κατανοοῦσα F | καταναγκάζουσα Ca3.; καταπο- νοῦσα lac. ὲronov.; καταπολεμοῦσα Sclineidevyin; καταπτοοῦσα Hertlein 16 μινύαι F] ο Μινύαι vulg. 17 Κηφισὸς F| Κηφισ- σὸς vulg. 18 τεμῶν F] τέμνων vulg. 20 γίγνεται F | γίνεται vulg. 21 ὁ ρακλῆς vulg.)
Θησεὺς ἐν ταῖς μάχαις τὰ πρόσθεν τῆς κεφαλῆς ἀπεκείρατο, τῶν τριχῶν τὴν ἀντίληψιν ἀφαιρούμενος. μετὰ Θησέα ὅσοι Ἕλληνες οὕτως ἐκείροντο, ἡ κουρὰ Θησηῒς ἐκληΐζετο. ζηλοῦσι τὴν κουρὰν μάλιστα δὴ Ἑλλήνων Ἄβαντες. μαρτυρεῖ Ὅμηρος ᾄδων
Δημοφῶν παρὰ Διομήδους τὸ Παλλάδιον παρα- καταθήκην λαβὼν ἐφύλαττεν. Ἀγαμέμνονος ἀπαιτοῦν- τος τὸ μὲν ἀληθινὸν ἔδωκεν ἀνδρὶ Ἀθηναίῳ, καλου- μένῳ Βουζύγῃ, κομίζειν Ἀθήναζε· ἴσον δὲ καὶ ὅμοιον ἄλλο κατασκευάσας εἶχεν ἐπὶ τῆς σκηνῆς. Ἀγαμέμνο- νος δὲ σῦν πολλῇ χειρὶ ἐπελθόντος ἀπεμάχετο ἐπὶ μακρὸν δόξαν ἐμποιῶν ὡς ὑπὲρ τοῦ ἀληθινοῦ προκιν- δυνεύοι. πολλῶν δὲ τραυματιῶν γενομένων οἱ μὲν ἀμφὶ Δημοφῶντα ὑπεῖξαν, Ἀγαμέμνων δὲ τὸ παρα- πεποιημένον Παλλάδιον λαβὼν ἐξαπατηθεὶς ᾤχετο.
[*](Cap. 4. Cf. Plutarchi vita Thes 5 et J. p. 424.)[*](3 τὸ ἱππικὸν ἀχρεῖον ἦν F] ἦν ἀχρεῖον (vel ἀχρεῖον ἦν) τὸ ἱππικὸν vulg 4 Κηφισσὸς vulg. 8 ἀπεκείρατο F et Plutarch.; ἀπεκείρετο et V abradere solebat 9 comma post ἐκείροντο posuit, ut subaudiatur παρὰ τούτοις R || κούρα F] κουρά δὲ M vulg. || 10 ζηλοῦσι δὲ R 11 Ὅηρος ᾄδον F] ᾄδων Ὅμηρος vulg. 12 ὄπιθεν Hom. Il 2, 542; ὄπισθεν F.)Κρεσφόντης καὶ Τήμενος καὶ οἱ Ἀριστοδήμου παῖδες τὴν Πελοπόννησον ἐνέμοντο. ἔδοξε τριχῇ νεῖμαι τὴν χώραν, Σπάρτην, Ἀργὸς, Μεσήνην. Κρεσφόντης βουλόμενος τῆς Μεσήνης ὡς ἀρίστης κρατῆσαι γνώμην ἀγορεύει· λαχών ὁ πρῶτος καὶ ὁ δεύτερος ἑλέσθω Σπάρτην ἢ Ἀργος, Μεσήνη δʼ ἔστω τοῦ τρίτου.ʼ ἐπείσθησαν καὶ τοὺς κλήρους καθῆκαν, οἱ μὲν ἐκ λίθου λευκῆς ἐς κάλπιν ὕδωρ ἔχουσαν, Κρεσφόντης δὲ βώλου λευκῆς ὁμοίας λίθῳ. ἡ μὲν δὴ βῶλος αὐτίκα ἐτέτηκτο· οἱ δὲ τῆς λίθου κλῆροι προελθόντες ἔδωκαν Ἄργὸς Τμένῳ , Σπάρτην τοῖς Ἀριστοδήμου παισίν. Κρεσφόντης Μεσήνην τέχνῃ λαβῶν τύχῃ λαβεῖν ἔδοξεν.
Κύψελος Ἀρκαδίας ἦρχεν. Ἡρακλεῖδαι στρατεύ- ουσιν ἐπʼ Ἀρκάδας. χρησμὸς ἦν, ξένια παρʼ Ἀρκά- δων εἰ λάβοιεν, σπένδεσθαι. Κύψελος ὥρᾳ θέρους προσέταξε τοῖς γεωργοῖς τὴν ὀπώραν ἀφελόντας θέντας παρὰ τὴν ὁδὸν ἀναχωρεῖν· οἱ στρατιῶται τῶν Ἡρα- κλειδῶν ἄσμενοι ταῖς ὀπώραις ἐχρήσαντο. Κύψελος ἀπαντήσας ἐπὶ ξένια τοὺς Ἡρακλείδας ἐκάλει· τῶν δὲ μνήμῃ τοῦ μαντείου τὴν τιμὴν ἀπωθουμένων, ῾ καὶ μὴν’, ἔφη, φθάνουσα ὑμῶν ἡ στρατιὰ ξένια παρʼ [*](Cap. 6. Ex Ephoro coll. fr. 16; cf. Apollod. 2, 8, 4.) [*](3 Πελοπόνησον F || 5 Μεσσήνης F || 11 ἐτέτηκτο F] ἐτήκετο vulg 15 Ἡρακλείδαις Κ, cf. 4, 1. 7, 42 16 ξενίαν F; corr. V, cf. infra v. 23 || 18 θέντας ; τιθέντας F 21 ξενία F.)
Ἔλνης, βασιλεὺς Ἀρκάδων, Τεγέαν πορθούν- των Λακεδαιμονίων, ὅσοι μὲν ἐν ἀκμῇ, κατὰ κορυφῆς ἔπεμψε τῶν πολεμίων νυκτὶ μέσῃ κελεύσας ἐπιθέσθαι· ὅσοι δὲ γέροντες καὶ παῖδες, τούτους ἐκέλευσε πρὸ τῆς πόλεως τὴν ἴσην ὥραν φυλάξαντας πῦρ ἀνακαῦσαι μέγιστον. οἱ πολέμιοι πρὸς τὴν τοῦ πυρὸς ὄψιν ἐκ- πλαγέντες ἐς τοῦτο ἀπεσκόπουν· οἱ δὲ κατὰ κορυφῆς ἐμπεσόντες τοὺς πλείστους αὐτῶν διέφθειραν, πολλοὺς δὲ ζωγρήσαντες ἔδησαν. καὶ τὸ λόγιον ἐτελεύτησε δώσω τοι Τεγέην ποσσίκροτον ὀρχήσασθαι.
Τήμενος μετὰ τῶν ἄλλων Ἡρακλειδῶν εἰς τὸ Ῥίον περαιοῦσθαι βουλόμενος ἔπεμψε Λοκροὺς αὐτομόλους Πελοποννησίοις ἀγγέλλοντας, ὅτι ναυλοχοῦσιν ἐν Ναυ- πάκτῳ τοῦ δοκεῖν ἐπὶ τὸ Ῥίον πλευσούμενοι, ὁρμὴ δέ ἐστιν αὐτοῖς χωρεῖν ἐπὶ τὸν Ἰσθμόν. πιστεύσαντες οἱ Πελοποννήσιοι μετῆλθον ἐπὶ τὸν Ἰσθμόν. οἱ δʼ ἀμφὶ Τήμενον μεθʼ ἡσυχίας τὸ Ῥίον κατέσχον.
[*](1 ἔχει M; ἔχειν F; ἔσχεν vulg. || ἄρα] ἀπατηθέντες R || 3. 4 Eλνης F] Ἔλνης V C; Ἄλνης vulg.; Ἄλεος coni. Maasv. coll. Paus. 8, 4, 8; Ἀλήτης Odofr. Müller; Αἰγινήτης Unger coll. Paus. 8, 5, 5, cf. J. p. 425 || 11 ἐκπεσόντες F || 15 Ῥεῖον F et sic infra || 17 ἀγγέλοντας F; ἀγγελοῦντας Κ. At amat Pol. prae- sens pro futuro ut 1, 15. 1, 30, 4. 1, 43, 1. 2, 2, 4. 2, 13. 4, 2, 21. 5, 33, 4 7, 14, 4. 7, 41. || 8, 41 ναυλοχοῦσι μὲν ἐν R || 18 τοῦ δοκεῖν R Hertlein; τῷ δοκεῖν K; τὸ δοκεῖν F || 20 οἱ οὖν αμφὶ R.)Προκλῆς καὶ Τήμενος Ἡρακλεῖδαι Εὐρυσθείδαις [*](e.18,1) κατέχουσι τὴν Σπάρτην ἐπολέμουν. Ἡρακλεῖδαι μὲν δὴ ἔθυον τῇ Ἀθηνᾷ τῷν ὁρίων ὑπερβατήρια, Εὐρυ- σθεῖδαι δὲ ἄφνω προσέπιπτον ἐς μάχην· οὐ μην ἡρέ θησαν Ἡρακλεῖδαι, ἀλλὰ τοὺς αὐλητὰς, ὡς εἶχον, ἡγεῖσθαι κελεύουσιν. οἱ μὲν τοῖς αὐλοῖς ἐμπνέοντες ἡγοῦντο, οἱ δὲ ὁπλῖται πρὸς τὸ μέλος καὶ τὸν ῥυθμὸν ἐμβαίνοντες ἄρρηκτοι τὴν τάξιν ἐγένοντο καὶ τοὺς πολεμίους ἐνίκησαν. ἡ πεῖρα ἐδίδαξε τοὺς Λάκωνας τὸν αὐλὸν ἔχειν ἀεὶ στρατηγὸν ἐν ταῖς μάχαις. αὐλὸς ἡγεῖται Λακώνων ἐς πόλεμον ἰόντων καὶ τὸ ἐμβατή- ριον αὐλὸς ἐνδίδωσι τοῖς μαχομένοις. οἶδα ἐγώ καὶ τὸν θεὸν ἀνελόντα νίκην Λάκωσιν, ἔστ’ ἄν πολεμῶσι μετά αὐλητῶν καὶ μὴ πρὸς αὐλητάς. τὸ λόγιον ἤλεγ- ξεν ἐν Λεύκτροις ἡ μάχη. ἐν γὰρ δὴ Λεύκτροις αὐ- λητῶν οὐχ ἡγουμένων οἱ Λάκωνες παρετάξαντο πρὸς Θηβαίους, οἷς πάτριον ἀσκεῖν αὐλητικὴν, ὥστε δῆλος ἦν ὁ θεὸς προαγορεύσας, ὅτι νικήσουσί ποτε Θηβαῖοι Λάκωνας αὐλῷ μὴ στρατηγουμένους.
[*](Cap. 10. De his disseruerunt Manso, Sparta l, 2, p. 169; Wachsmuth. Iahnii annal. 1868 p. 1 sqq.; Schoemann, Griech. Altertümer I3, p. 576.)[*](2 Εὐρυσθείδαις] ρεστίδαις Manso. cf. J. p. 425 sq. || 4 ὁρίων Pierson p. 223; ὀρείων F ; ὀρέων Cobet; aut ὅρων aut μεθορίων R 5 ᾑρέθησαν, oppressi, victi sunt᾿ Hertlein, quod confirmat F: ἠρέθισαν (ι pro η, εἰ in F saepissime occurrit); ἡρέθησαν etiam Neapoltani duo; ἠρέθεσαν M; ἥρισαν D; ἔδεισαν 14 ἔστʼ ἂν Cas ; εὖτ’ ἂν F.)Ἀκούης Λακεδαιμονίων Τεγέαν προδοσίᾳ νύ- κτωρ καταλαβομένων τοῖς ἰδίοις ὁπλίταις ἔδωκε σύν- θημα κτείνειν τοὺς τὸ σύνθημα ἐρωτῶντας. οἱ μὲν δὴ Ἀρκάδες οὐκ ἐπηρώτων· οἴ δὲ Σπαρτιᾶται ὡς ἐν νυκτὶ ἀγνοοῦντες καὶ διὰ τοῦτο ἐρωτῶντες ὑπὸ τῶν Ἀρκάδων ἀνῃροῦντο.
Θεσσαλὸς Βοιωτῶν τῶν Ἄρνην οἰκούντων Θεσ- σάλοις πολεμούντων τέχνῃ ἐκράτησεν ἄνευ μάχης. νύκτα παραφυλάξας ἀσέληνον καὶ σκοτεινὴν ἐκέλευσε τοὺς στρατιώτας διασπαρέντας ἀνὰ τὸ πεδίον ἄλλον ἀλλαχοῦ κατὰ κορυφὰς τῶν ὀρῶν δᾷδας καὶ λυχνού- χους ἀνάπτειν καὶ μετεωρίζειν καὶ πάλιν οὖ καθαιρεῖν. οἱ Βοιωτοὶ τὴν ὄψιν τοῦ πυρὸς ὥσπερ ἀστραπὰς κυ- κλουμένας ἰδόντες ἐδεδίξαντο καὶ πρὸς ἱκεσίαν τῶν Θθεσσαλῶν ἐτράποντο.
Μενέλαος ἐπανιών ἀπʼ Αἰγύπτου τὴν Ἑλένην ἄγων Ῥόδῳ προσέσχε. Τληπολέμου δὲ ἐν Τροίᾳ τε- [*](Cap. 11. Cf. 6. Fr. Unger, Philol. 26, p. 369 sqq. Cap. 12. Ex Ephoro coll. 7, 43.) [*](1 Ἀκούης idem nomen et pariter corruptum esse atque Ἄλνης cap. 8 statuit R || 2 post Λακεδαιμονίων Unger inserit κατεχόντων || 3 καταλαβομένων M; καταβαλομένων F ; καταλα- βόμενος Unger || 7 Ἀργείων Unger 9 τῶν om. H 13 κατὰ τὰς κορυφὰς Κ || ὀρῶν K ut 1, 1, 3. 2, 2, 6. 4, 3, 27. 8 10, 2; ὀρέων F || λύχνους H || 14 αὖ om. H || καθαίρειν F; καθελεῖν H || 16 καὶ om. F pr. m. || 20 δὲ [τοῦ] ἐν Hertlein.)
Κλεομένης, Λακεδαιμονίων βασιλεὺς, Ἀργείοις [*](e.20,1) ἐπολέμει καὶ ἀντεστρατοπέδευεν. ἦν τοῖς Ἀργείοις ἀκριβὴς φυλακὴ τῶν δρωμένων τοῖς πολεμίοις· καὶ πάντα ὅσα Κλεομένης βούλοιτο, ὑπὸ κήρυκος ἐσήμαινε τῇ στρατιᾷ, καὶ αὐτοὶ τὰ ἴσα δρᾶν ἐσπούδαζον. ὁπλι- ζομένων ἀνθωπλίζοντο, ἐπεξιόντων ἀντεπεξῄεσαν, ἀνα- [*](Cap. 14. Cf. Herod. 6, 77 et 78; de tempore cf. Curtius, Griech. Gesch. I 4, p. 362 et not. 159 (p. 650).) [*](1 Πολυξώ Lennep ap. Heringam obs. 120 ex Paus 3, 19, 9 ; Φιλοξὼ F; Φιλοζώη Cas. Κ: cf. Tzetz. ad Lycophr. 911 8 (μά- λιστα) contra usum Polyaeni; om. D. Prius μάλιστα suspectum habuit K, cf. tamen 7, 21, 2 μάλιστα πολεμιωτάτην, Herod. post Moer. p. 460 μάλιστα πλουσιώτατος, Thucyd. 7, 42, 3 μάλιστα δεινότατος, Xenoph. Anab. 7, 2, 22 μάλιστα νυκτὸς πολε- μικωώτατοι || 10 hiatum notavi; ἔπεμπον suppl M vulg.; ἀφῆκαν C || ἐπὶ τῷ πολέμω F, || 15 ἀντεστρατοπέδευεν H; ἀντεστρατοπέδευσεν F || 16 καὶ F] καὶ γὰρ VΚ || 17 ἐσημαίνετο R 18 αὐτὸς . . ἐσπούδαζεν F || 19 ἐπεξιόντων Hercher; ἐξιόντων F || ἀντεπεξῄ- εσαν H; ἀντεπεξίεσαν F.)
Πολύδωρος, Λακεδαιμονίων Μεσηνίοις εἴκοσιν [*](743_724) ἔτεσι πολεμούντων, πρὸς τὸν ἀπὸ τῆς ἑτέρας οἰκίας βασιλέα Θεόπομπον διαφορὰν ὑπεκρίνατο καὶ αὐτό- μολον ἔπεμψεν ἀγγέλλοντα, ὅτι στασιάζουσι δὴ καὶ καταλείψουσιν ἀλλήλους. Μεσήνιοι παρεφύλαττον. Θεόπομπος μὲν ἀνέζευξε καὶ οὐ μακρὰν ἀπέκρυψε τὴν στρατιὰν εἰς ἀναχώρησιν. ταῦτα ὁρῶντες οἱ Με- σήνιοι καταφρονοῦσι μόνου τοῦ Πολυδώρου καὶ πασ- συδὶ τῆς πόλεως προελθόντες ἐτράποντο ἐς μάχην. Θεόπομπος, τῶν σκοπῶν σημηνάντων, ἐξ ἀφανοῦς περι- ελθών τό τε ἄστυ ἔρημον εἷλε καὶ κατόπιν ἐμβάλ- λει τοῖς Μεσηνίοις, οἱ περὶ Πολύδωρον κατὰ πρόσ- ωπον. ἀμφίβολοι γενόμενοι Μεσήνιοι κατὰ κράτος ἑάλωσαν.
[*](2 κηρύξω ὁπλίσασθε H || 4 ἐτρέποντο H || εὐμαρῶς F; εὐχε- ρῶς H; εὖ μαλʼ C, unde Κoen. p. 218 εὖ μαλʼ ὡς || 5 ἀόπλους (═ γυμνοὺς) καὶ ῥαθύμους R; (ἀόπλους καὶ) γυμνοὺς Rud. Schoell coll. 1, 40, 5 || τοὺς om. FH; || add. vulg. 7 εἴκοσι ἔτεσι πολεμούντων F] πολ. εἴκ. ἔτ. vulg. || 10 ἀγγελοῦντα K 11 παρ- εφύλαττον K (sic Polyaenus ubique); παρεφυλάττοντο F 12 aut ἀπέπεμψε pro ἀπέκρυψε aut εἰς δασὺ χωρίον pro εἰς ἀναχωώ- ρησιν R; ἀνέζευξεν ὡς ἀναχωρήσων Hertlein deletis εἰς ἀνα- χωώρησιν 15 ἐτράποντο ἐς μάχην F] εἰς μάχην ἐτράποντο vulg. || 17 ἐμβάλλει RK cepit V; ἐμβαλλουσι F; οἱ δὲ περὶ RΚ.)Λυκοῦργος Λακεδαιμονίους θειοτέρῳ φόβῳ κατ- ηνάγκασεν ὑπακοῦσαι τοῖς νόμοις. εἴ τινα νόμον ἐξεῦρε, κομίσας εἰς Δελφοὺς ἠρώτα τὸν θεὸν, εἰ συμ- φέροι· ἡ δὲ προφῆτις χρήμασι πεπεισμένη ἀεὶ συμ- φέρειν ἔχρα. οἱ Λάκωνες φόβῳ τοῦ θεοῦ τοῖς νόμοις ὡς χρησμοῖς ὑπήκουσαν.
Λυκοῦργος παρήγγειλεν ἐπὶ τοὺς αὐτοὺς, ὦ Λά- [*](e.13,1) κωνες, μὴ στρατεύετε πολλάκις, ἵνα μὴ πολεμεῖν τοὺς ἐναντίους διδάσκοιτε᾿.
Λυκοῦργος προσέταττε τοῖς Λάκωσι τοὺς πολε- [*](e.45,1) μίους φεύγοντας μὴ φονεύετε, ἵνα τὸ φεύγειν ἡγοῖντο τοῦ μένειν λυσιτελέστερονʼ.
Τυρταῖος, Λακεδαιμονίων μελλόντων παρατάττε- [*](e.12,3) σθαι Μεσηνίοις καὶ βεβουλευμένων νικᾶν ἢ ἀποθανεῖν ἐν τῇ μάχῃ, ἵνα δὲ ὑπὸ τῶν οἰκείων ἐν τῇ τῶν νε- κρῶν ἀναιρέσει γνωρίζοιτο ἕκαστος, ἐπὶ (τὰς) σκυταλί- δας τοὔνομα γραψάντων καὶ περὶ τῇ λαιᾷ χειρὶ φερόν- των, βουλόμενος ἐκπλῆξαι τοὺς Μεσηνίους τοῦτο [*](Cap. 16. § 1. Cf. Gelzer, Mus. Rhen. 28, p. 38.) [*](Cap. 16. § 2. 3. Cf. Plut. apophthegm. Lacon. et vit. Αges. 26, Lycurgi 12 et 22 extr. — K. Trieber, Forschungen zur spartanischen Verfassungsgeschichte p. 39.) [*](Cap. 17. Ex Ephoro coll Diod. fr. 8, 24, 2 (Dindorf; cf. J. p. 428.) [*](4 ἐξεύρισκε K || 8 παρήγγελλεν K || 9 στρατεύετε F, Κ; στρα- τεύητε F2 vulg. 10 διδάσκοιτε F] διδάσκητε vulg. 12 τὸ φεύ- γειν . . . τοῦ μένειν F1 H Plut.; τοῦ φεύγειν . . . τὸ μένειν F1 μὴ τοῦ φ . . . . τὸ μ. F2 vulg. 18 τὰς aut delendum aut in τινας mutandum censuit Hertlein.)
Ἀθηναίοις καὶ Πελοποννησίοις πόλεμος ἦν. ὁ θεὸς ἔχρησε νικᾶν Ἀθηναίους, εἰ ὁ βασιλεὺς αὐτῶν ἀποθάνοι πρὸς ἀνδρὸς Πελοποννησίου. Κόδρος ἦν Ἀθηναίων βασιλεύς. οἱ πολέμιοι τὸ λόγιον εἰδό- τες, κοινὸν αὐτοῖς παράγγελμα ἦν ἐν ταῖς μάχαις ἀπέχεσθαι Κόδρου. ὁ δὲ, ἦν γὰρ ἑσπέρα, σχῆμα φρυ- γανιστῆρος λαβῶν τοῦ χάρακος προελθὼν ἔτεμνε τὴν ὕλην. Ετυχον δὲ καὶ Πελοποννήσιοι ἄνδρες κατὰ φρυγανισμὸν ἥκοντες. ἁψιμαχεῖ τούτοις Κόδρος, ὥστε καὶ τὸ δρέπανον ἐπʼ αὐτοὺς ἀνατεινάμενος ἔτρωσεν. οἱ δὲ φθάσαντες κατακαίνουσιν αὐτὸν τοῖς δρεπάνοις καὶ γαννύμενοι ἀπηλλάγησαν ὡς ἀνδραγάθημα δὴ πεποιηκότες. παιωνίσαντες Ἀθηναῖοι — τί γὰρ οὐκ ἔμελλον τοῦ λογίου πεπληρωμένου; — θυμῷ καὶ ῥύμῃ πλείονι προίασιν εἰς μάχην καὶ πρὸ τῆς μάχης κήρυκα πέμψαντες ἤτησαν ἀναίρεσιν τοῦ βασιλέως. Πελοποννήσιοι μὲν συνέντες τοῦ γεγονότος ἔφυγον· Αθηναῖοι δὲ νικήσαντες Κόδρῳ τιμὰς κατεστήσαντο [*](2 οἱ οὖν R 5 μικροῦ F; corr. vulg. || 11 πολέμιοι F] Πελο- ποννήσιοι M 17 ἐπανατεινάμενος M 20 γὰρ οὐκ F] γὰρ M 22 ῥύμῃ Hercher; ῥώμη F προΐασιν Blume; προιᾶσιν F 25 κατεστήσαντο W coll. 1, 19. 6, 7, 2. 8, 4 et Ιuliano or. I, 16 D τιμὰς καταστῆσαι; ἀνεστήσαντο F ; ἀνέδησαν vel ἄνηψαν τὰς Hertlein; τιμὰς . . . . καὶ ἀνέστησαν τὸ (αὐτῷ Schömann) ἡρῷον Lugebit Ιahnii annal. suppl. V, p. 545 sq. probante Schoemann. Ιahnii ann. 1872, p. 148.)
Ἀθηναίων στρατηγὸς ἦν Μέλανθος, Βοιωτῶν Ξάνθος. ἐπολέμουν Μελαινῶν πέρι· Μελαιναὶ χωρίον μεθόριον Ἀττικῆς καὶ Βοιωτίας. ὁ θεὸς ἔχρησε· τῷ ξάνθῳ τεύξας ὁ μέλας φόνον ἔσχε Μελαίνας. τοῦ λογίου τὸ ἔργον ἀποβαίνει τῇδε. οἱ στρατηγοὶ μονομαχοῦσι τῆς νίκης πέρι, καὶ συνιόντων ὁ Μέ- λανθος ἔφη καὶ μὴν ἀδικεῖς δεύτερος ἰών ἐπὶ τὴν μάχηνʼ. ὁ Ξάνθος ἐπεστράφη τὸν δεύτερον ὀψόμε- νος καὶ ὑπὸ τοῦ Μελάνθου τῷ ξυστῷ διελαθεὶς ἀνῃ- ρέθη. Ἀθηναῖοι τῷ στρατηγήματι τῆς ἀπάτης νική- σαντες ἐτήσιον ἑορτὴν κατεστήσαντο, ἥν γε δὴ κληΐζου- σιν Ἀπατούρια.
Ἀθηναῖοι καὶ Μεγαρεῖς ἐπολέμουν χρόνῳ μακρῷ Σαλαμῖνος πέρι. ἡσσώμενοι Ἀθηναῖοι νόμον ἐκύρωσαν [*](Cap. 19. Ex Ephoro coll. Harpocr. s. v. Ἀπατούρια. - Cf Front. strat. 2, 5, 41; Conon, narrationes 39.) [*](Cap. 20. § 1. Cf. Plut. vita Sol. 8 et Ιust. 2, 7.) [*](5 Κελαινῶν schol. ad Aristoph. Acharn. 146, Pac. 890 || 6 ἐν μεθορίῳ vel ἐν μεθορίοις Hertlein 7 ἔχρησε· τῷ ξάνθῳ τεύξας ὁ μέλας φόνον Rud. Schoell; ἔχρησε τῷ Ξάνθῳ· τεύξαν ἀπάτην ὁ μέλας φόνον F; τάξιν ἀπάτῃ vulg.;.. . τεύξας ἀπά- την w. qui confert Hom. Od. 8, 276 τεῦξε δόλον φόρον, ᾿Ῥrae- dam C. L. Roth W 10 δεύτερος ἰὼν F| δεύτερον ἄγων vulg ; cf. schol. ad Aristoph. Acharn. 146 ἀδικεῖν αὐτὸν δεύτερον ἥκοντα, id. Pac. 890 ἀδικεῖς δεύτερος παραγενόμενος 12 διελαθεὶς F| διελασθεὶς vulg. 15 Ἀπατούρια Maasvicius; ἀπατηρίαν F 18 περγης σώμενοι (sic) F.)
Ἤν πόλεμος Ἀθηναίοις καὶ Μεγαρεῦσι Σαλαμῖ- νος πέρι· Σόλων ἔπλευσεν ἐπὶ Κωλιάδος, ἔνθα αἱ γυναῖκες Δήμητρι ἑορτὴν ἐτέλουν ἐπʼ αὐτῇ τῇ θα- λάσσῃ. αὐτόμολον ἐκπέμπει Σόλων ἀγγελοῦντα Με- γαρεῦσιν ῾ ἥν ἐπὶ Κωλιάδος πλεύσητε, τὰς Ἀθηναίων γυναῖκας αἱρήσετε χορευούσας· ἀλλὰ μὴ μέλλετε ᾿ . Μεγαρεῖς τῇ. ἀπάτῃ πείθονται. οἱ μὲν δὴ ἐπέπλεον· Σόλων δὲ τὰς μὲν λυναῖκας ἀναχωρῆσαι κελεύει, μει- μένα, στεφάνους περικείμενα, κρυπτοῖς ἐγχειριδίοις ὡπλισμένα παρὰ τὴν ἠιόνα παίζειν καὶ χορεύειν ἔταξεν. οἴ δὲ Μεγαρεῖς τῇ ὄψει τῶν ἀγενείων καὶ τῇ ἐσθῆτι τῶν γυναικῶν ἐξαπατώμενοι τῶν νεῶν ἀποβάντες ἐπειρῶντο συλλαμβάνειν οἷα δὴ γυναῖκας· οἱ δὲ σπα- [*](Cap. 20. § 2. Cf. Plut. vit. Sol. 8; Aeneas Poliorc. 4, 8; Ιust. 2, 8; Front. strat. 4, 7, 44 — A. Hug, Mus. Rhen. 32, p. 629 sqq.; B. Niese, Zur Geschichte Solons und seiner Zeit (Histor. Unters. Zum 25. Jubiläum A. Schaefers, p. 1 sqq.); J. p. 429 sq.) [*](1 ἐπὶ Σαλαμῖνος [ἐπὶ] μάχῃ R1 ; ἐπὶ Σαλαμῖνος τιμωρία θάνατος ἔστω R 2 ἔστω ἡ ζημία coni. Cas., at cf. 2, 83 7 ἀχα- λάζοντες F 8 κατὰ κράτος, ut solet auctor, vulg.; ἀνακράτος F.)
Πεισίστρατος ἀπʼ Εὐβοίας ἐστράτευσεν ἐπὶ τὴν [*](e.4,1) Ἀττικὴν ἐπὶ Παλληνίδος καὶ τοῖς πρώτοις τῶν πολε- μίων προσπεσὼν ἔκτεινε πάντας· προελθών ἄλλοις ἀπηντᾶτο πλείοσι. παράγγελμα ἔδωκε θαλλῷ στεφα- νοσθαι καὶ μὴ κτείνειν τοὺς ἀπαντῶντας, φράζειν δὲ, ὡς ἐσπείσαντο τοῖς πρώτοις. οἱ δὲ πιστεύσαντες ἄρα σπένδονται καὶ Πεισιστράτῳ τὸ ἄστυ ἐπέτρεψαν. [*](ca.554) ὁ δὲ ἄρματος ἐπιβὰς, παραστησάμενος γυναῖκα μεγά- λην, καλὴν, ὄνομα Φύην, ὅπλοις Παλλαδικοῖς κε- κοσμημένην, δόξαν ἐνδοὺς ὡς Ἀθηνᾶ κατάγοι Πει- σίστρατον, ἀδεῶς εἰσήλασε καὶ τῆς τυραννίδος τῶν Ἀθηναίων κατέσχεν.
Πεισίστρατος Ἀθηναίων τὰ ὅπλα βουλόμενος παρ- ελέσθαι παρήγγειλεν ἥκειν ἅπαντας εἰς τὸ Ἀνάκειον μετὰ τῶν ὅπλων. οἱ μὲν ὗκον· ὁ δὲ προῆλθε βου- λόμενος δημηγορῆσαι καὶ σμικρᾷ τῇ φωνῇ λέγειν ἥρχετο. οἱ δὲ ἐξακούειν μὴ δυνάμενοι προελθεῖν [*](Cap. 21 ad § 1 priorem partem cf. Herod. 1, 62, ad alteram Herod. 1, 60.) [*](8 ἀπήντετο F; ἀπηντᾶτο vulg.; ἀπήντα K, forma media legitur etiam 192, 8. 278, 9, activa fere vicies; H hoc loco ἀπαντήσας 12 μεγάλην καὶ καλὴν Κ 14 Ἀθηνᾶ F vulg. (Ἀθη- ναίη Herod.)] ἡ Ἀθηνᾶ M: cum articulo 1, 10. 2, 3, 12. 6, 47. 7, 43. 8, 51. 8, 59, omisso art. 6, 51 κατάγοι F | κατάγει vulg. 16 κατέσχεν F cum genet. ut 4, 7, 6. 5, 2, 4; ἐκράτησεν D: cf. Schweighaeuser ad Appian p. 120 sq 19 ἦλθον M.)
Πεισίστρατος Μεγακλεῖ διεπολιτεύετο, καὶ ἦν ὁ [*](560) Μεγακλῆς ὑπὲρ τῶν πλουσίων τεταγμένος, ὁ δὲ Πει- σίστρατος ὑπὲρ τῶν πενήτων. καὶ δή ποτε ἐν ἐκκλη- σίᾳ πολλὰ τῷ Μεγακλεῖ λοιδορησάμενος καὶ ἀπειλή- σας ἀπηλλάγη κατατρώσας δὲ ἑαυτὸν οὐ καιρίοις τραύμασι τῆς ὑστεραίας προῆλθεν εἰς τὴν ἀγορὰν δεικνύων τοῖς Ἀθηναίοις ταῦτα. ὁ δὲ δῆμος ὑπερ- ηγανάκτησεν, ὡς ὁ κηδόμενος αὐτῶν διʼ αὐτοὺς ταῦτα εἴη παθὼν, καὶ ἐς φυλακὴν τοῦ σώματος ἔδωκαν αὐτῷ τριακοσίους φύλακας, οἷς κορυνηφόροις χρησάμενος αὐτός τε τύραννος Ἀθηναίων ἐγένετο καὶ τοῖς παισὶ τὴν τυραννίδα κατέλιπεν.