3
Τὴν μὲν κατὰ Περσῶν καὶ Παρθυαίων νίκην, ἱρώτατοι βασιλεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, παρὰ τῶν θεῶν ἕξετε καὶ παρὰ τῆς ὑμετέρας ἀρετῆς καὶ παρὰ τῆς Ρωμαίων ἀνδρείας, μεθʼ ὧν ἀεὶ, καὶ πάλαι καὶ νῦν εἰῶώθατε νικᾶν τοὺς ὑπάρχοντας πολέμους καὶ μάχας· ἐγὼ δὲ Μακεδῶν ἀνὴρ, πάτριον ἔχων τὸ κρα- τεῖν Περσῶν πολεμούντων δύνασθαι, οὐκ ἀσύμβολος ὑμῖν ἐν τῷ παρόντι καιρῷ γενέσθαι βούλομαι. ἀλλʼ, εἰ μὲν ἤκμαζέ μοι τὸ σῶμα καὶ στρατιώτης πρόθυμος ἂν ἐγενόμην Μακεδονικῇ ῥώμῃ χρώμενος· ἐπεὶ δέ μοι προήκουσαν τὴν ἡλικίαν ὁρᾶτε, οὐ μὴν οὐδὲ νῦν ἀστράτευτος παντάπασιν ἀπολειφθήσομαι, ἀλλὰ τῆς στρατηγικῆς ἐπιστήμης ἐφόδια ταυτὶ προσφέρω, ὅσα τῶν πάλαι γέγονε στρατηγήματα, ὑμῖν τε αὐτοῖς πολ- λὴν ἐμπειρίαν παλαιῶν ἔργων, τοῖς τε ὑπὸ ὑμῶν [*](1 Πολυαίνου στρατηγικά F (Anon. de incred. 11, p. Mythogr. Westerm. φησὶ Πολύαινος ἐν τοῖς στρατηγικοῖς); Ὑπο- θέσεις τῶν ἐκ τῶν στρατηγικῶν πράξεων (Πολυαίνου ante στρατ- inserit Hp rec. m. in marg.) H, Π. στρατηγημάτων vulg.; unus cod. Harl. 5637 Musei Britannici habet στρατηγητικά, unde W coniecit στρατηγηματικά; cf. Front. strat. praef. lib. I et IV || 2 βιβλίον πρῶτον om. F || 6 ἀεὶ F] αἰεὶ vulg. || 11 μου Μ, quod probat W coll. 8, 6. 8, 8. 6, 1, 7.)
4
πεμπομένοις πολεμάρχοις ἢ στρατηγοῖς ἢ μυριάρχοις ἢ χιλιάρχοις ἢ ἑξακοσιάρχοις ἢ ὅσαι ἄλλαι ὅπλων ἀρχαὶ, διδασκομένοις ἀρχαίων κατορθωμάτων ἀρετὰς καὶ τέχνας. ἀνδρεία μὲν γὰρ, ὅστις ἀλκῇ χρησά- μενος πολεμίων μαχομένων ἐκράτησεν, εὐβουλία δὲ, ἀμαχεὶ τέχνῃ καὶ δόλῳ περιγίγνεσθαι· ὡς ἔστι πρῶώτη δεινῶν στρατηγῶν σοφία κτᾶσθαι τὴν νίκην ἀκίνδυνον. ἄριστον δὲ καὶ τὸ ἐν αὐτῇ τῇ παρατάξει μηχανᾶσθαι, ὅπως ἄν ἡ γνώμη τὸ κρατεῖν ἐσπισπῷτο προλαβοῦσα τὸ τέλος τῆς μάχης. δοκεῖ δʼ ἔμοιγε ταῦτα συμβου- λεύειν καὶ Ὅμηρος· ὅταν γὰρ πολλάκις ᾄδῃ
.... ἢ δόλῳ ἠὲ βίῃφι, ἄλλως οὐ παραγγέλλει ἢ τέχναις καὶ στρατηγήμασι χρήσασθαι κατὰ τῶν πολεμίων· εἰ δὲ μεῖον ἐν τούτοις ἔχοις, τηνικάδε τῇ βίᾳ τῶν σωμάτων ἀποκινδυνευτέον. 5πρῶτος μὲν τοίνυν ἐν τοῖς Ἕλλησιν ἀπάτῃ καὶ δόλῳ χρήσασθαι λέγεται Σίσυφος ὁ Αἰόλου· μαρτυρεῖ καὶ Ὅμηρος·
ἔνθα δὲ Σίσυφος ἔσκεν, ὅ κέρδιστος γένετʼ ἀνδρῶν. δεύτερος δὲ τὸ ἀπατηλὸν ἐζήλωσεν Αὐτόλυκος ὁ Ερ- μοῦ κλέπτων· καὶ τοῦτο πάλιν αὖ μαρτυρεῖ Ὅμηρὸς·
Παρνησόνδ’ ἐλθόντα μετʼ Αὐτόλυκόν τε καὶ υἷας,μητρὸς ἑῆς πατέρʼ ἐσθλὸν, ὅς ἀνθρῶώπους ἐκέκαστοκλεπτοσύνῃ θʼ ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκενἙρμείας.. [*](2 ἄλλων F ὅπλων P ut lib. 5 praef., ὁπλιτῶν vulg. || 10 ἐμοίγε F; μοί γε vulg 14 χρῆσθαι Κ 18 καὶ F| δὲ vulg.; δὲ καὶ R 19 ἐνθάδε P ὅς κέρδιστος P 20 ὁ om. F.) 5
ἐγὼ δὲ καὶ τὸν Πρωτέα τὸν μεταβαλλόμενον εἰς παντο- δαπὰ ζῷα καὶ δένδρα ἡγοῦμαι ζῷα μὲν καὶ δένδρα οὐκ ἄν ποτε γενέσθαι, τὰς μεταβολὰς δὲ αὐτοῦ τῶν τεχνασμάτων ἐμυθοποίησεν Ὅμηρος ὡς δεινοῦ κρατεῖν ἀπάτῃ ὧν ἄν βούλοιτο. τόν γε μὴν Ὅδύσεα ἴσμεν καὶ ἀλαζονευόμενον τῇ σοφίᾳ τοῦ δόλου·
εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὅς πᾶσι δόλοισινἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει. οἱ δʼ ἥρωες καὶ τὴν νίκην αὐτῷ ἀνῆψαν·
σῇ δʼ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια. καὶ ἀλλαχοῦ ἄλλοι πάλιν αὖ μαρτυροῦσιν ἁλῶναι τὸ Ἴλιον Ὀδύσεως
βουλῇ καὶ μύθοισι καὶ ἠπεροπηίδι τέχνῃ. τά γε μὴν στρατηγήματα, οἷς κατὰ τῶν πολεμίων ἐχρήσατο, πολλάκις ᾄδει Ὅμηρὸς·
αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας αὐτομολῆσαι δὴ ὡς τοὺς πολεμίους ὑπεκρίνατο. καὶ τὸν ἵππον δὲ τὸν δουράτεον,
. . . τὸν Ἐπειὸς ἐποίησεν συν Ἀθήνῃ, καὶ τοῦτο στρατήγημα Ὀδυσέως ἦν. ὀρθῶς δʼ ἄν τις καλοῖ καὶ τὸν Οὖτιν καὶ τὸν οἶνον καὶ τὶν δαλὸν
[*](1 τὸν ante Πρωτέα F] om. vulg. 2 ζῷα μὲν F] ζῷα μὲν πολλὰ vulg 4 ὡς δεινὸν F et W. qui confert 1, 45, 4. 5, 2, 11. 5, 44, 3. 7, 16; ὡς δεινοῦ (cf Hertiein, Iahnii annal. 1861, p. 250) 7 Ὀδυσσεὺς F 13 μύθοις F; μύθοισι Strabo 1, p. 17 et 13, p. 601, Stobaeus 54, 48; formula βούλῃ καὶ μύθοισι ap. Hom. ll. 4, 323. Locos Homeri a Polyaeno laudatos vide in indice s. v Homerus 16 δαμάσας F 19 ἐποίησεν Hom. 0d. 8, 493 et M; ποίησεν F.) 6
καὶ τὸν κριον στρατηγήματα κατὰ τοῦ Κύκλωπος. καὶ ὁ κηρὸς δὲ τοῖς ὠσὶ τῶν ἑταίρων ἐναλειφόμενος καὶ αὐτὸς ὀρθὸς ἐν ἱστοπέδῃ δεσμευόμενος καὶ ταῦτα ἐκεῖνος ἐστρατήγει κατὰ τῆς ὀλεθρίου μουσικῆς. τί δʼ ἂν φαίης τὴν πήραν τοῦ πτωχοῦ; καὶ ὅσα πρὸς Εὔμαιον ἢ πρὸς τὴν Πηνελόπην ἐπλάττετο;
ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα. καὶ μέντοι καὶ Ἴρῳ παλαῖσαι καὶ ἐκ τοῦ καπνοῦ μετα- έθεῖναι τὰ ὅπλα τῶν μειρακίων μεθυόντων, ἀπό τε τῶν θυρῶν τὸ τόξον ἐντεῖναι, ἆρʼ οὐχὶ πάντα ταῦτα ἦν κατὰ πολεμίων στρατηγήματα; ἀλλὰ ταῦτα μὲν ἢ ὅσα τοιαῦτα διδάσκων Ὅμηρος ἀρκείτω. οἷον δὲ κἀκεῖνο στρατήγημα Ὀδυσσέως οἱ τραγῳδοὶ ᾄδουσι. Παλαμήδην ἐνίκησεν Ὀδυσσεὺς ἐν δικαστηρίῳ τῶν Ἀχαιῶν ὑποβαλὼν αὐτοῦ τῇ σκηνῇ βαρβαρικὸν χρυ- σίον, καὶ ὁ σοφώτατος τῶν Ἑλλήνων ἐκεῖνος ἥλω προ- δοκίας δόλῳ καὶ στρατηγήματι. ἀλλὰ τὰ μὲν τῶν τραγῳδῶν ἱκανὴ διδάσκειν ἡ σκηνή· ὅσα δὲ τὰ ἀπὸ τῆς ἱστορίας ἔργα στρατηγίας ἔχοντα κατὰ πολεμίων ἢ κατὰ ἐχθρῶν συνεξελεξάμην, καὶ δὴ τούτων με- μνήσομαι σύντομον τὴν παρʼ ἑκάστῳ μνήμην ποιού- μενος. (ἔστι δὲ ἡ πᾶσα σύνταξις βιβλία ὀκτὼ, στρα- τηγημάτων ἐννακοσίων, ἔχοντα τὴν ἀρχὴν ἀπὸ Διο- νύσου.)
[*](15 τῇ σκηνῇ Μ marg. pr. m. et D] τὴν σκηνὴν F || 18 δὲ τά F] δέ τοι R; τὰ del. || 21 παρʼ ἑκάστῳ F] παρʼ ἑκάστων D; περὶ ἑκάστου Κ ; περὶ ἑκάστων R || 22 ἔστι . . . Διονύσου Fr. Haase, Misc philol V, 4 utpote glossema delevit || 23 Διο- νύσσου F (et sic saepius).)7
Διόνυσος ἐπʼ Ἰνδοὺς ἐλαύνων, ἴνα δέχοιντο αἱ πόλεις αὐτὸν, ὅπλοις μὲν φανεροῖς τὴν στρατιὰν οὐχ᾿ ὥπλισεν, ἐσθῆσι δὲ λεπταῖς καὶ νεβρίσι· δόρατα ἦν κισσῷ πεπυκασμένα· ὁ θύρσος εἶχεν αἰχμήν· κυμβάλοις καὶ τυμπάνοις ἐσήμαινεν ἀντὶ σάλπιγγος καὶ οἴνου τοὺς πολεμίους γεύων εἰς ὄρχησιν ἔτρεπεν καὶ ὅσα ἄλλα Βακχικὰ ὄργια. πάντα δὲ ἦν Διονύσου στρατηγήματα, οἷς Ἰνδοὺς καὶ τὴν ἄλλην Ἀσίαν ἐχειρώσατο.
Διόνυσος ἐν Ἰνδικῇ τῆς στρατιᾶς οὐ φερούσης τὸ φλογῶδες τοῦ ἀέρος κατελάβετο τρικόρυφον ὅρος τῆς Ἰνδικῆς. τῶν κορυφῶν κληίζεται δὲ ἡ μὲν Κορα- σιβίη, ἡ δὲ Κονδάσβη, τὴν δὲ τρίτην αὐτὸς ἐκάλεσε Μηρὸν , τῆς αὐτοῦ γενέσεως ὑπόμνημα. ἐνταῦθα πηγαὶ πολλαὶ, ἶδαι πυκναὶ, θῆραι περισσαὶ, ὀπῶ- ραι ἄφθονοι, χιόνες ἀναψύχουσαι. ἐν τούτοις ἡ στρατιὰ διαιτωμένη τοῖς ἐν τῷ πεδίῳ βαρβάροις ἐξαί- φνης ἐπεφαίνετο καὶ ἀπὸ τῶν ὑψηλῶν καὶ ὑπερδε- ξίων ἀκοντίζοντες τοὺς πολεμίους ῥᾳδίως ἐτρέποντο.
Διόνυσος Ἰνδοὺς ἑλόν αὐτούς τε Ἰνδοὺς καὶ Ἀμαζόνας ἄγων συμμάχους εἰς τὴν Βακτρίων ἐνέ- βαλεν· ὁρίζει δὲ τὴν Βακτρίαν ποταμὸς Σαράγγης. [*](Cap. 1. § 1. 2. Ex Megasthenis Indicis hausta esse cen- suerat W (praef. p. XIII et not. 20), sed cf. J. p. 423.) [*](3 στρατείαν F et sic fere semper 6 τυμπάνοις M V; τυμ- πάνοις οἷς F 7 ἐσόρχησιν F ὅσα W coll. 2, 3, 5. 4, 6, 13. 4, 20 (19). 6, 3; ὅσα δὲ F 8 δὲ del. K; δὴ Hertlein 14 τῆς δὲ αὐτοῦ γ. ὑπομνήματα F; tacitus corr. K 15 ἶδαι Mendelssohn; ὕλαι vel tale quid W; iam R proposuit ἴδαι aut ὕλαι aut ὑλεῖαι; ἡδεῖαι F 21 ξυμμάχους F.)
8
Bάκτριοι τὰ ὅρη κατέλαβον τὰ ὑπὲρ τὸν ποταμὸν ὡς Διονύσῳ διαβαίνοντι ἄνωθεν ἐπιθησόμενοι. ὁ δὲ στρατοπεδεύσας παρὰ τὸν ποταμὸν τὰς Ἀμαζόνας καὶ τὰς Βάκχας διαβαίνειν ἔταξεν, ἴνα οἱ Βάκτριοι καταφρονήσαντες γυναικῶν κατέλθοιεν ἀπὸ τῶν ὀρῶν. αἱ μὲν δὴ διέβαινον, οἱ δὲ κατέβαινον καὶ τῷ ῥεύματι ἐμβαίνοντες ἀνακόπτειν αὐτὰς ἐπειρῶντο. αἱ δὲ ἀνεχωώρουν ἐπὶ πόδα. Βάκτριοι μέχρι τῆς ὄχθης ἐδίωκον. τότε Διόνυσος μετὰ τῶν ἀνδρῶν ἐκβοηθή- σας πεπεδημένους τῷ ῥεύματι τοὺς Βακτρίους κτεί- νας διέβη τὸν ποταμὸν ἀκινδύνως.
Διονύσου στρατηγὸς ἦν Πάν· οὗτος πρῶτος τάξιν [*](e. 12, 1) εὗρεν , φάλαγγα ὠνόμασε, κέρας ἔταξε δεξιὸν καὶ λαιόν. ταύτῃ τοι ἄρα κερασφόρον τὸν Πᾶνα δη- μιουργοῦσιν· ἀλλὰ δὴ καὶ πρῶτος οὗτος πολεμίοις φόβον ἐνέβαλε σοφίᾳ καὶ τέχνῃ. ἦν * * Διονύσῳ ἐν κοίλῃ νάπῃ· ἥγγειλαν οἱ σκοποὶ μυρίαν χεῖρα πολε- μίων ἐπέκεινα στρατοπεδεύειν· ἔδεισε Διόνυσος, σὐ μὴν ὅ γε Πὰν, ἀλλὰ ἐσήμηνε νύκτωρ [τῇ] Διονυ- σιακῇ στρατιᾷ ἀλαλάξαι μέγιστον. οἱ μὲν ἠλάλαξαν, [*](Cap. 2. Idem narrat Anonym. de Incrediblibus 11, pg. 323 Mytnogr. Westerm.) [*](5 γυναικῶν F] τῶν γυναικῶν vel ὡς γ. 7 ἐμβαίνοντες W coll. 8, 23, 5; ἐπιβαίνοντες F; appropinquantes V, cf. ad 5, 2, 12 13 Πάν F] ὁ Πάν vulg. 14 φάλαγγα ὠνόμασεν F] ὠνόμασε φ. vulg. 17 ἦν . . . Διονύσῳ dedi (in lacuna suppleas στρατόπεδον vel tale quid); ἥν Δ. FΚ; ὄντι Δ. R; ἦν Διονυσος Cas. 19 ἔδεισε F] ἐδεισεν ὁ vulg. || 20 ἐσήμηνε F] ἐσήμαινε vulg. et Anon. de incred. 11; ἐσήμανε K. Usitatior est apud Polyaenum aoristi forma ἐσήμηνα, rarior altera, sed codice HH confrmata; 4, 2, 5, quem l. confert W, σημήνας praebet F || τῇ add. Anon. K.)
9
ἀντήχησαν δὲ αἱ πέτραι καὶ τὸ κοῖλον τῆς νάπης ἦχον πολλῷ μείζονος δυνάμεως τοῖς πολεμίοις ἐνε- ποίησεν. οἱ μὲν δὴ φόβῳ πληγέντες ἔφευγον. τοῦ δὲ Πανὸς τὸ στρατήγημα τιμῶντες τὴν Ἠχὼ τῷ Πανὶ φίλην ᾄδομεν καὶ τοὺς κενοὺς καὶ τοὺς νυκτερινοὺς τῶν στρατευμάτων φόβους Πανικὰ κληΐζομεν.