Μῦς ταῦρον ἔδακεν. ὃ δʼ ἐδίωκεν ἀλγήσαςτὸν μῦν· φθάσαντος δʼ εἰς μυχὸν φυγεῖν τρώγλης,ὤρυσσεν ἑστὼς τοῖς κέρασι τοὺς τοίχους,ἕως κοπωθεὶς ὀκλάσας ἐκοιμήθηπαρὰ τὴν ὀπὴν ὁ ταῦρος. ἔνθεν ἐκκύψας ὁ μῦς ἐφέρπει, καὶ πάλιν δακὼν φεύγει.ὃ δʼ ἐξαναστὰς οὐκ ἔχων ὃ ποιήσει[*](f. 40a)διηπορεῖτο· τῷ δʼ ὁ μῦς ἐπιτρύξας„οὐχ ὁ μέγας ἀεὶ δυνατός. ἔσθʼ ὅπου μᾶλλοντὸ μικρὸν εἶναι καὶ ταπεινὸν ἰσχύει.“ Μάνδρης ἔσω τις πρόβατα συλλέγων δείληςκνηκὸν μετʼ αὐτῶν λύκον ἔμελλε συγκλείειν.ὁ κύων δʼ ἰδὼν πρὸς αὐτὸν εἶπε ,,πῶς σπεύδειςτὰ πρόβατα σῶσαι, τοῦτον εἰσάγων ἥμιν;“Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ἀσφαλὴς ἡ μετὰ τῶν κακῶν συνοικία.
[*](111, 19e ═ 86, 5 | 20e ═ 41, 1 ‖ 112, 2e ═ 168, 22 | 4 i e ═ 16, 5 | 5e ═ 96, 1, cf. 108, 24 | 7m e ═ 2, 4 | 10 cf. 4, 7)[*](111, 19 ὀγκώθη A ‖ [21] Lm, tuetur Bgk | καὶ πίπτει BP1F)[*](112 Avian. 31 ‖ 3 cf. 31, 13. 19; num τὰς βώλους? ‖ 5 ἔνθεν δʼ A, corr. Db, cf. 96, 1 ‖ 7 κοὐκ Bgk | ὀργίλως ὃ π. Eb, cf. l. sim. ‖ 8 ἐπιτρίξας? cf. 108, 23 ‖ 9 ἀεὶ A. m. pr., αἰ- m. rec.)[*](113 B 89 P1 57; tetr. II 27; vetusta παροιμία ἐξηπλωμένη (cf A. P. V 178, 8, Plaut. Pseud. I 2, 8, Cic. Phil. III 11 27, Ps. -Diog. 496 p. 269), quam ut Christianam suspectavit Rth ‖ 1 δειλῆς A ‖ 2 κνάκον A m. pr. -ὸν m. r., corr. Bss, cf. 122, 12 ‖ συγκλεῖσαι B ‖ 3 sq. πῶς τὰ πρόβατα θέλων σῶσαι τοῦτον εἰσάγεις ἔσω BP1, unde v. 3 σπεύδων v. 4 εἰσάγεις Bgk ‖ 4 σῶσαι AB, σῷσαι plerique | ἡμῖν A, εἴσω ex B*Bgk)104
Μεθύων ἐλαίῳ λύχνος ἑσπέρης ηὔχειπρὸς τοὺς παρόντας ὡς ἑωσφόρου κρείσσωνἅπασι φέγγος ἐκπρεπέστατον λάμπειν.ἀνέμου δὲ συρίσαντος εὐθὺς ἐσβέσθηπνοιῇ ῥαπισθείς. ἐκ δὲ δευτέρης ἅπτων εἶπέν τις αὐτῷ ,,φαῖνε, λύχνε, καὶ σίγα·τῶν ἀστέρων τὸ φέγγος οὐκ ἀποθνήσκει.“Ὁ μῦθος ἡμᾶς διδάσκει μηδαμῶς φυσιοῦσθαι ἐπὶ τοῖς τοῦ βίου λαμπροῖς, ἐπισταμένους μηδὲν εἶναι μόνιμον.
Νωθὴς χελώνη λιμνάσιν ποτʼ αἰθυίαιςλάροις τε καὶ κήυξιν εἶπεν ἀγρώσταις„κἀμὲ πτερωτὴν εἴθε τις πεποιήκει.“τῇ δʼ ἐκ τύχης ἔλεξεν αἰετὸς ταῦτα·[*](f. 40b)„πόσον, χέλυμνα, μισθὸν αἰετῷ δώσεις, [*](114, 1e ═ 14, 1 | 3i ═ 95, 80 | 4e ═ 128, 1 | 7e ═ 121, 4)[*](114 V 114 (Kn. p. 675); B 90 P1 58 ‖ 2 Ἑωσφ.? ‖ 3 λάμπειν ἅπασιν ἐκπρ. φέγγος AV, transp. Eb; ἅπας in versus initio ponere amat Babr. | ὡς ὑπὲρ ἥλιον . . λάμπει B; λάμπει Eb. cf. 14, 1. 43, 5 ‖ 4 ἀνέμου δὲ πνοῆς συρρεύσαντος BP1 ‖ 5 πνοῆ A, πνοιῇ V (Fx) | ῥαπισθεὶς A m. pr, corr. m. r.; ῥιπισθεὶς in mg. non legitur ‖ 6 αὐτῶ A | φαῖνε, λύχνε, καὶ σίγα VB* βαιὸν (β ex μ) ἦν λύχνου [ci. λύχνε] πνεῦμα A | τῶν B*V, τῶν δʼ A ‖ 7 οὔποτʼ ἐκλείπει VB ‖ Epim. Ὁ μυ A | ἐπισταμένους, -ους ex -οις m. pr. A | Aliud epimythium in BP1 Ὅτι οὐ δεῖ τινα ἐν ταῖς δόξαις καὶ τοῖς λαμπροῖς (τ. λ. καὶ τῇ δόξῃ P1) τοῦ βίου τυφοῦσθαι κτλ. | ἀρχὴ τοῦ ν m. 2 in mg.)[*](115 Avian. 2, myth. p. 218, tetr. I 40; cf. F 193 (Au 229) ‖ 1 λιμνάσιν, in marg. λιμναίαις A m. pr., quod del. m. r., cf. 24. 3 4 ἐντυχὼν Eb Mk Herm. I 323, Thompson Journ. of philol. XII 24 | ταῦτα A, tentavi κύρσας (134, 19) vel νώσας, σκώπτων Eb p. XI ‖ 5 χέλυνα Schnw Phil. I 379, χέλυννα Mk, sed cf. Herodian. I p. 265, 31 sq. L.)105
ὅστις σ᾿ ἐλαφρὴν καὶ μετάρσιον θήσω;“„τὰ τῆς Ἐρυθρῆς πάντα δῶρά σοι δώσω.“„τοιγὰρ διδάξω“ φησίν. ὑπτίην δʼ ἄραςἔκρυψε νέφεσιν, ἔνθεν εἰς ὄρος ῥίψαςἤραξεν αὐτῆς οὖλον ὄστρακον νώτων. ἣ δʼ εἶπεν ἐκψύχουσα ,,σὺν δίκῃ θνήσκω·τί γὰρ νεφῶν μοι, καὶ τίς ἦν πτερῶν χρείη,τῇ καὶ χαμᾶζε δυσκόλως προβαινούσῃ;“ Νυκτὸς μεσούσης ᾖδε παῖς τις εὐφώνως.γυνὴ δʼ ἀκούει τοῦδε, κἀξαναστᾶσαθυρίδων προκύπτει, καὶ βλέπουσα τὸν παῖδαλαμπρῆς σελήνης ἐν φάει καλὸν λίην,τὸν ἄνδρʼ ἑαυτῆς καταλιποῦσα κοιμᾶσθαι κάτω μελάθρων ἦλθε, καὶ θύρης ἔξωἐλθοῦσ᾿ ἐποίει τὴν προθυμίην πλήρη.ὡνὴρ δὲ ταύτης ἐξανίστατʼ ἐξαίφνηςζητῶν ὅποὐστί, κοὐκ ἰδὼν δόμων εἴσωμηδὲν χανών τε καὐτὸς ἦλθεν εἰς οἶμον. [*](115, 11me cf. 122, 14 | 12 sq. cf. 132, 27. 131, 8 ‖ 116 1e ═ 73, 2 | 7e cf. 46, 6 | 8e ═ 18, 11. 111, 5. 124, 1)[*](115, 8 τοὶ γὰρ A ‖ 10 num αὐτοῖς — νώτοις vel αὐτοῖς οὖλον ὀστράκοις νῶτον? cf. Ael. nat. an. XVI 1. XIV 17 11 θνήισκω A ‖ 12 τίς Bt Lm, cf. prol. p. III1 | πτερῶν (πτ m. pr. e corr.) χρεία A)[*](116 V 129 (Kn p. 677); Apul. met. IX 26, Mart. II 47. 49. 60; cf. Cr p. 216 5, Schm mus. Rh. XXVI 203 ‖ 2 κἐξαναστᾶσα V ‖ 4 λαμπρᾶς et λίαν A ‖ 5 ἄνδρα αὐτῆς V | εὕδοντα ἐκλιποῦσα V ‖ 7 ἕρπουσ᾿ corr. non opus | τῆι προθυμιηι A, corr. Bss | πλήρη A, πᾶσαν V ‖ 8 ὡ᾿ νὴρ A, ἀνὴρ V, ἀ- Lm | δʼ ἐγερθεὶς? ‖ 9 ζητῶν ἐφευρεῖν V | δὲ ποῦ᾿? | ὁποὐστί, ι ex η m. pr. A | δόμον ἴσω A ‖ 10 μηδὲν χανών A, suprascr. m. rec. μελήσας (═ μελλ.), cf. 110, 2, adn. 95, 63, Semon. 7, 110, μηδὲν χαυνῶν V, cf. Spp p. 1576; ἀμηχανῶν Ah, μηδὲν χαλῶν Kn | τι Bgk Spp p. 1576 coll. 98, 3 | ὁισοιμαι A m. pr., εἰς οἷμον corr m. rec.; εἰς οἶκον V)106
καὶ τῇ συνεύνῳ φησί „μηδὲν ἐκπλήσσου,τὸν παῖδα δʼ ἡμῶν πεῖσον ἐν δόμοις εὕδειν.“[*](f. 41a)ὃν καὶ λαβὼν παρῆγεν. εἶτα κἀκεῖνος,ἄμφω θελόντων δρᾶν τι, τῇδʼ ἐρᾳθύμει.τουτὶ μὲν οὕτως· ἔμφασις δὲ τοῦ μύθου, κακὸν ἐπιχαίνειν, ὅταν ἔχῃ τις ἐκτῖσαι.
Νεώς ποτʼ αὐτοῖς ἀνδράσιν βυθισθείσηςἰδών τις ἔλεγεν ἄδικα τοὺς θεοὺς κρίνειν·ἑνὸς γὰρ ἀσεβοῦς ἐμβεβηκότος πλοίῳπολλοὺς σὺν αὐτῷ μηδὲν αἰτίους θνῄσκειν.καὶ ταῦθʼ ὁμοῦ λέγοντος, οἷα συμβαίνει, πολλῶν ἐπʼ αὐτὸν ἐσμὸς ἦλθε μυρμήκων,σπεύδοντες ἄχνας πυρίνας ἀποτρώγειν·ὑφʼ ἑνὸς δὲ δηχθεὶς συνεπάτησε τοὺς πλείους.Ἑρμῆς δʼ ἐπιστὰς τῷ τε ῥαβδίῳ παίων[*](116, 11ma ═ 30, 9 ‖ 117, 5e ═ 132, 9. 171, 8 | 6 cf. 72, 7 | 9i ═ 20, 6 (84, 1) | 9me ═ 98, 16. 125, 30; cf. 28, 1)[*](116, 11 ἐκπλήττου V ‖ 12 ἡμῖν Lm | εἰς δόμους A, vix servandum, corr. Hartung | εὕδειν A, σπεύδειν Eb, ἥκειν Schw, possis ἕρπειν ‖ 13 cf. Mart. Apul. l. s. p. 171, 15 Eyss.; eadem ratione Demosthenis uxor eandem iniuriam ulta esse dicitur, cf. Athen. XIII p. 593 A (Idom. FHG. II 492) ‖ 14 δρᾶν. τί τῆιδ (‘hac ratione’) A, ἥδ᾿ V; χἥδ᾿ Lm Schnw | ἐραθύμει AV (cf. Suid. s. ῥᾳθυμεῖν τοῖς ἀφροδισίοις σχολάζειν, LXX Maccab. II 64); de sententia loci cf. Apul. met. IX 27. 28 Martial. XI 43 Catull. 56, 7; exitus mutilatus? ‖ [15. 16] Eb | κακὸν ἐπιχαίρειν A, corr. ut videtur ex κακοῦ ἔστι χ., em. Bgk | κακόν ἐστι δαίρειν Lm (δαρθεῖν Polyla) ‖ Post v. 16 spat. duorum versuum A)[*](117 Tab. cer. IVvo 6, V 122 (p. 676 Kn), B 95; de sententia cf. Aesch. Sept. 589, Eurip. fr. 852, 5 N.; Hor. c. III 2, 29 ‖ 2 ἔλεγεν ἄδικα A, αδικωσειπεν Tab., ἀδίκως ἔλεγε BV | κρίνυν V ‖ 3 πλείω V ‖ 4 μηθεν T ‖ 5 λέγοντες A, -τος BV ‖ 6 πολυσεισαυτονηκεθεσμοσ κτλ. T, ἵκεθ᾿ ἑ. Hss ‖ 7 σπεύδων τὰς V ‖ 8 συνεπάτει V | τοὺς πλείους bene A, τοὺς πάντας VB Kh Gb, τοὺς ἄλλους e T Hss | δ᾿ V, δὲ B, τ᾿ A ‖ 9 ρα βδιων. ξασ T, ῥ. νύξας Hss, cf. proleg. p. XI2)107
„εἶτʼ οὐκ ἀνέξῃ“ φησί „τοὺς θεοὺς εἶναι ὑμῶν δικαστὰς οἷος εἶ σὺ μυρμήκων;“Ὁ λόγος διδάσκει ἡμᾶς μηδὲν ψέγειν τὰς τοῦ θεοῦ περὶ τοὺς ἀνθρώπους ἀκαταλήπτους οἰκονομίας, κἂν ἄδικοι τοῖς ἀπαιδεύτοις δοκοῖεν εἶναι.
Ξουθὴ χελιδών, ἡ πάροικος ἀνθρώπων,ἦρος καλιὴν ηὐθέτιζεν ἐν τοίχῳ,[*](f. 41b)ὅπου γερόντων οἶκος ἦν δικαστήρων·κἀκεῖ νεοσσῶν ἑπτὰ γίνεται μήτηρ,οὔπω πτερίσκοις πορφυροῖς ἐπανθούντων. ὄφις δὲ τούτους ἑρπύσας ἀπὸ τρώγληςἅπαντας ἑξῆς ἔφαγεν. ἡ δὲ δειλαίηπαίδων ἀώρων συμφορὰς ἐπεθρήνει,„οἴμοι“ λέγουσα, „τῆς ἐμῆς ἐγὼ μοίρης·ὅπου νόμοι γὰρ καὶ θέμιστες ἀνθρώπων, ἔνθεν χελιδὼν ἠδικημένη φεύγω.“Κατὰ δικαστῶν ὁ λόγος βοηθεῖν δυναμένων τοῖς μηδὲν κακὸν πράξασι, καὶ τούτοις ὑπὸ μειζόνων ἀδικουμένοις μηδεμίαν ἀνάληψιν παρεχομένων.
[*](118, 5 cf. 88, 4. 95, 3. 108, 5 | 8 cf. 12, 3. 4. 24 | 9 cf. 7, 14)[*](117, 10 οὐκ ἀνέξῃ A, οὐκ ἀνέχῃ B, οὐν κἀνέξῃ V, ειτουκοιει T || 10. 11 εἶναι ὑμῶν bene A, τουοθ εουσημωνειναι δ. T, ὑμῶν εἶναι etiam V, cf. prol p. XLIV | οποιος T || Epim. ὁ λ. δηλοῖ μηδένα τολμᾶν κτλ. V, verius ft., nam μηδένα in A. legit Eb | θῦ (= θεοῦ) et ἀνους A | δοκοῖεν V, δοκεῖεν A, δοκῶσιν Eb, ἀρχὴ τοῦ ξ m. 2 in mg.)[*](118 B 96 P1 60, F 190; tetr. I 56; paraphr. inest in cod. PaI. Vat. 124 || 1 ξένη BP1, om. F || 5 ἐπανθούντω ut solet A. || [5] Gb temere; quae non exprimunt paraphrases omnino longe ab A recedunt || vv. 5 et 6 sedes mut. Sdl Bgk v. 5 πορφυροῖσιν ἀνθοῦντας Sdl; πτερίσκων πορφυρῶν Bgk 8 ἀπεθρήνει Fx || 10 θέμιστες ipse A. || 11 φεύγει A, corr. Lm, ἐγὼ ἠδικήθην vel ἠδίκημαι paraphr.; hirundo hominum ἱκέτις Au 39 Aes. 417 H. || Epim. κακῶς Eb | τούτους — ἀδικουμένους A, corr. Bss)108
Ξύλινόν τις Ἑρμῆν εἶχεν· ἦν δὲ τεχνίτης.σπένδων δὲ τούτῳ καὶ καθʼ ἡμέρην θύωνἔπρασσε φαύλως. τῷ θεῷ δʼ ἐθυμώθη,χαμαὶ δʼ ἀπεκρότησε τοῦ σκέλους ἄρας.χρυσὸς δὲ κεφαλῆς ἐρρύη καταγείσης· ὃν συλλέγων ἄνθρωπος εἶπεν „Ἑρμεία,σκαιός τίς ἐσσι καὶ φίλοισιν ἀγνώμων,ὃς προσκυνοῦντας οὐδὲν ὠφέλεις ἥμας.ἀγαθοῖς δὲ πολλοῖς ὑβρίσαντας ἠμείεψω.[*](f. 42a)τὴν εἰς σὲ καινὴν εὐσέβειαν οὐκ ᾔδειν.“ καὶ τοὺς θεοὺς Αἴσωπος ἐμπλέκει μύθοις,βουλόμενος ἡμᾶς νουθετεῖν πρὸς ἀλλήλους.πλέον οὐδὲν ἕξεις σκαιὸν ἄνδρα τιμήσας,ἀτιμάσας δʼ ἂν αὐτὸν ὠφεληθείης. Ὁ τελμάτων ἔνοικος, ὁ σκιῇ χαίρων,ὁ ζῶν ὀρυκτοῖς βάτραχος παῤ εὐρίποις,εἰς γῆν παρελθὼν ἔλεγε πᾶσι τοῖς ζῴοις·„ἰατρός εἰμι φαρμάκων ἐπιστήμων,[*](119, 2m = 10, 7 | 3e = 82. 2 | 4m e = 42, 4 | 7 e = 95. 17 120, 3 e = 56, 1 | 4e = 21, 2. 85, 3)[*](119 B 97, F 21, A Cor. 128; cf. Clem. protr. lI 27 p. 7 S. 2 ἡμέραν A. || 6 ἄνθρωπος A, corr. Lm; ὁ ἄνθρωπος BF τὸν? | Ἑρμείη Rth || 7 στρεβλός τις BF | εἶ A, ἐσσι Ahr coll. 77, 7, εἶ ⟨σὺ⟩ Bgk || 8 ἡμᾶς A | ὠρελεῖς A || 9 ἀγαθοῖς AB, καλοῖς F || 10 om. paraphr. | κενὴν A, corr. Bss || 11 καὶ vocis κ littera ad mg. proiecta m. r. || 13 ἄνδῤ ἀτιμήσας A corr. m. pr. || [11—14] Eb; 13. 14 = prom. BF; ad v. 11 cf. Himer. XX 4, sed versus utique dubii || Post v. 14 duorum vv. spatium vacuum | ἀρχὴ τοῦ ο A m. 2 in mg.)[*](120 V 20 (Kn p. 672), B 113, F 154 liberius A 135; Arian. 6; tetr. lI 29, cf. Aphthon. 24 (= Nicol. 7, Rhet 268 W.), Themist. περὶ ἀρετῆς mus. Rhen XXVII p. 458 || 2 εὐρύποισ, υ in ι corr. m. pr. A || 4 εἶναι A (Av. 6, 5?), εἰμι parphr.)109
οἵων τάχʼ οὐδεὶς οἶδεν, οὐδʼ ὁ Παιήων, ὃς Ὄλυμπον οἰκεῖ καὶ θεοὺς ἰατρεύει.“„καὶ πῶς“ ἀλώπηξ εἶπεν „ἄλλον ἰήσῃ,ὃς σαυτὸν οὕτω χλωρὸν ὄντα μὴ σῴζεις;“Πρὸς ἄνδρα ἀμαθῆ καὶ ἀπαίδευτον, ἄλλους παιδεύειν ἐπαγγελλόμενον.
Ὄρνις ποτʼ ἠσθένησε. τῇ δὲ προσκύψαςαἴλουρος εἶπε „πῶς ἔχεις; τίνων χρῄζεις;ἐγὼ παρέξω πάντα σοι· μόνον σῴζου.“ἡ δʼ ὄρνις εἶπεν μῦθον ἄξιον γνώμης·[*](3b)ἣ δʼ „ἢν ἀπέλθῃς“, εἶπεν „οὐκ ἀποθνήσκω.“[*](f. 42b)Πρὸς τοὺς πονηρᾷ διαθέσει χρηστότητα ἐπιδεικνυμενους ὁ λόγος εὔκαιρος.
[*](121, 1 e = 130, 7, cf. 96, 1 | 2 m = 103, 12 | 4 e = 114, 7 | 4 i = 84, 6 | 11 e cf. 57, 2)[*](120, 5 sq. cf. Avian. l. s., Luc. tragodop. 143 || 8 ὃσ A, σ ex ν m. pr. || 8 χλωρὸν ipse A teste Eb, item B (ὃς ἑαυτὸν χλ. ὄντα οὐκ ἰατρεύεις), Avian. 6, 12 (caeruleus cui notat ore color), Aphthon., Themist. l. s. s. p. 458, ubi vide Buecheleri adnotationem; χωλὸν V F A || Epim. ἐπαγγελλομένου A m. pr, corr. m. rec. | Aliud epim. in BP1: ὅτι τινὲς διπλοῖς κινδύνοις περιπεσόντες καὶ τοῖς ἐχθροῖς ὠφελεῖν πειρωμένοις ἀνταμοιβὴν κακὴν παρέσχον.)[*](121 Tab. cer. VII 14 (Phil. LllI p. 238), B 111 P 67, F 157; tetr. lI 24 (longius recedit l 16; cf. fab. 249 sq.) || ορνιξ T | πότʼ A | προκύψας B, προσκύψας A (teste Eb) T || v. 2 τιθελεισ ητινοσχρ. || 3 σοι πάντα A, corr. Db || 3 om. ABF, accessit in tab. aperta interpolatione | ὄρνιξ Tab. || 4 ἡ δʼ ἂν A m. pr., ἣ δʼ ἐὰν m. r., συδαν T | ἀποθνήισκω A || Te. trasticho abusus post 4 versum addit Lm χρονιώτερον γὰρ δορκάδος βίον ζήσω | nullum cur ‘fabulam in brevius contractam esse’ (Eb Rth) putemus indicium Aliud epim. in BP1 ὅτι ὑποκριτὰς ὁ μῦθος (λόγος) ἐλέγχει)110
Ὄνος πατήσας σκόλοπα χωλὸς εἱστήκει·λύκον δʼ ἰδὼν παρόντα καὶ σαφῆ δείσαςὄλεθρον οὕτως εἶπεν· „ὦ λύκε, θνῄσκωμέλλω τʼ ἀποπνεῖν. σοὶ δὲ συμβαλὼν χαίρω·σὺ μᾶλλον ἢ γὺψ ἢ κόραξ με δειπνήσεις. χάριν δέ μοι δὸς ἀβλαβῆ τε καὶ κούφηνἐκ τοῦ ποδός μου τὴν ἄκανθαν εἰρύσσας,ὥς μου κατέλθῃ πνεῦμʼ ἀναλγὲς εἰς Ἅιδου.“κἀκεῖνος εἰπών „χάριτος οὐ φθονῶ ταύτης“ὀδοῦσιν ἄκροις σκόλοπα θερμὸν ἐξῄρει. ὃ δʼ ἐκλυθεὶς πόνων τε κἀνίης πάσηςτὸν κνηκίην χάσκοντα λακτίσας φεύγει,ῥῖνας μέτωπα γομφίους τʼ ἀλοιήσας.„οἴμοι“, λύκος „τάδʼ“ εἶπε „σὺν δίκῃ πάσχω·τί γὰρ ἄρτι χωλοὺς ἠρξάμην ἰατρεύειν, μαθὼν ἀπʼ ἀρχῆς οὐδὲν ἢ μαγειρεύειν;“Ὅτι οἱ τοῖς μηδὲν προσήκουσιν ἐπιτηδεύμασι ἐπιχειροῦντες, εἰκότως δυστυχοῦντες βλάβην ἑαυτοῖς ἐπιφέρουσι.
[*](122, 9 cf. 75, 13 | 14 me = 115, 11 | 15 i = 115, 12; cf. 129, 23 sq.)[*](122 B 106 P1 64, F 134 (A 227); myth p. 218, tetr. I 21; 11. 12 Suid., epim. Georg. || 1 σκόλωπα A m. pr., corr. m. r. 4 τʼ Bk. δʼ A || 5 δειπνήσει A., em. Bss; σοῦ δεῖπνον γενέσθαι BF || 7 ἄκανθαν ipse A | εἰρύσας A, corr. Fx Lm, —σσαις Bgk || 8 ἄναλγες A. | σκόλοπα, λο ex λω m. pr. 10 ἐξήρει A || 11. 12 Suid. s. κνηκίας· ὁ λύκος· Β. ἐν τοῖς μυθικοῖς | κἀνίης S, καὶ ἀναιδείης A | κνακίαν A, κνη- S, cf. 113, 2 | λακτήσας A, -ίσας BFS || 13 τʼ del. Bgk Schnw | ῥῖνα καὶ μέτωπον καὶ ὀδόντας συγκλάσας BP1, sim. (θλάσας) F 15 ἄρτι, ρ ex ν m. pr. A | ἠνξάμην A || Epim. Georg. l p. 67 Bss | ἐπιτηδεύειν A Georg., em. Eb Bgk)111
Ὄρνιθος ἀγαθῆς ᾠὰ χρυσὰ τικτούσηςὁ δεσπότης ἐνόμισεν ἐντὸς εὑρήσεινχρυσοῦ μέγιστον ὄγκον, ὅνπερ ὠδίνειν·θύσας δὲ ταύτην εὗρε τὴν φύσιν πάσαιςτὰ πάνθʼ ὁμοίην οὖσαν. ἀθρόως δʼ ἕξειν μέγιστον ὄλβον ἐλπίσας τε καὶ σπεύσαςἀπεστερήθη τοῦ τὰ μικρὰ κερδαίνειν.Ὅτι τοῖς παροῦσιν ἀρκείσθω τις καὶ τὴν ἀπληστίαν φευγέτω.
[*](123 Tab. cer. 13 VIIro, B 112 P 68; Ac Cor. 136, F 153 tetr. l 37 Avian. 33 cf. Phil. LIlI p. 245 || ὠιὰ χρυσᾶ A, ωαχρυσα Τ, χρυσὰ ut BP1 Roeper Philol. 501; χρ. ὠ. B unde χρυσέʼ ᾠὰ Lm | in hoc versu desinit A fol. 42b, in mg. inf. ἵλεως κύριε γενοῦ τοῦ δούλου σου νίλου m. 3; cetera accesserunt ex Τ || 3 ωδεινειν Tab. || 5 ομοιαν Tab. | suppl. Cr ex 93, 5, an λοιπαῖς εὗρεν οὖσαν ὁμοίαν τῶν λοιπῶν ὀρνίθων B, sim. F; de exitu cf. 111, 18. 74, 13 || 6 μέγιστον ὄγκον Tab. Hesseling; ἀθρόον πλοῦτον BAc, em. Cr || Epim. servavit B, om. P1, qui fabulae 113 B = 120 A epim. subecit. Versus quos mala fraude in A ascripsit Minas non magis repeto quam Gitlbaueri tentamina, quibus nullum poetae verbum restitutum est)112
Ὀρνιθοθήρῃ φίλος ἐπῆλθεν ἐξαίφνης,μέλλοντι θύμβρα καὶ σέλινα δειπνήσειν.ὁ δὲ κλωβὸς εἶχεν οὐδέν· οὐ γὰρ ἠγρεύκει.ὥρμησε δὴ πέρδικα ποικίλον θύσων,ὃν ἡμερώσας εἶχεν εἰς τὸ θηρεύειν. ὃ δʼ αὐτὸν οὕτως ἱκέτευε μὴ κτεῖναι·„τὸ λοιπόν, ὦ τᾶν, δικτύῳ τί ποιήσεις,ὅταν κυνηγῇς; τίς δέ σοι συναθροίσειεὐωπὸν ἀγέλην ὀρνέων φιλαλλήλων;τίνος μελῳδοῦ πρὸς τὸν ἦχον ὑπνώσεις;“ ἀφῆκε τὸν πέρδικα, καὶ γενειήτηνἀλεκτορίσκον συλλαβεῖν ἐβουλήθη.ὃ δʼ ἐκ πεταύρου κλαγγὸν εἶπε φωνήσας·„πόθεν μαθήσῃ πόσσον εἰς ἕω λείπει,[*](124, 1 e = 116, 8 111, 5 | 2 e cf. 107, 1 | 6 m e = 179, 4; cf. 6, 5. 107. 3 | 7 i = 75, 7 | 12 i = 97, 9 | 13 e = 37, 9. 17, 4)[*](124 —135 sequuntur fabulae Vaticano traditae. cf. prol p. VII; add. 150a)[*](124 V 155 (Knöll p. 685, Fur 369); 13 sqq. Suid, cf. Pr 193 p. 373 St.; epim. Georg || 1 ὀρνιθοθήρᾳ V | αἴφνης V, corr. Schnr || 4 δὲ V | θύσον V || 5 ἡμερώσαν et θηρέβειν V 6 δὲ et ἱκέτεβε V κτείνειν Rth | „τὸ λοιπὸν“ ⟨εἶπε⟩ Schnr, sed cf. locos s. s.; suppl. Cr. coll. 63, 8; ,, ⟨φείδου·⟩ τὸ λ. St, ⟨ψιλῷ⟩ τὸ λ. Piccolos || 9 εὐωπῶν V. corr. Schnr, cf. Arist. h. a. IX 9 || 10 τὸν add. Corais || 11 γενειἥτην V 12 ἐβουλήθει V || 13 sqq. Suid. s. v. πέταυρα· τίγνα | δὲ VS ἐκ τοῦ τέγους V | κλαγγὸν S, -ὴν V, cf. 135, 5; κλαγκτὸν Jacobs βοήσας S, cf. 17, 4, poterat εἶπεν ἐκβώσας || 14 μαθήσει πόσον V, verum servavit S)113
τὸν ὡρόμαντιν ἀπολέσας με; πῶς γνώσῃ πότʼ ἐννυχεύει χρυσότοξος Ὠρίων;ἔργων δὲ τίς σε πρωινῶν ἀναμνήσει,ὅτε δροσώδης ταρσός ἐστιν ὀρνίθων;“κἀκεῖνος εἶπεν „οἶσθα χρησίμους ὥρας·ὅμως δὲ δεῖ σχεῖν τὸν φίλον τί δειπνήσει· Ὅτι τῷ ἀνδρὶ δουλεύειν ἐπιθυμίαις εἰθισμένῳ οὐδεὶς λόγος ἰσχυρὸς πρὸς τὸ μὴ πράττειν ἀεὶ τὰ καθʼ ἡδονήν.
Ὄνος τις ἀναβὰς εἰς τὸ δῶμα καὶ παίζωντὸν κέραμον ἔθλα, καί τις αὐτὸν ἀνθρώπωνἐπιδραμὼν κατῆγε τῷ ξύλῳ παίων.ὁ δʼ ὄνος πρὸς αὐτόν, ὡς τὸ νῶτον ἠλγήκει,„καὶ μὴν πίθηκος ἐχθές“ εἶπε καὶ πρώην ἔτερπεν ὑμᾶς αὐτὸ τοῦτο ποιήσας.“Ὁ μῦθος πρὸς ἄνδρας τοὺς ἐναντίως ἔχοντας τὰς δόξας καὶ κινδύνους ἑαυτοῖς ἐπιφέροντας.
Ὁδοιπορῶν ἄνθρωπος εἰς ἐρημαίηνἑστῶσαν εὗρε τὴν Ἀληθίην μούνην,[*](125, 1 i = 141, 2 2 e = 2, 16. 102, 3 | 3 m e = 139, 7, cf. 78, 15. 117, 9 | 126, 1 e = 91, 2)[*](124, 15 ὡρομάτην V, corr. l G.Schnr, ὡρονόμον S | ἀπολέσας (om. με) | θύσας με S || 16 ἐννυχέβει V || 17 προινῶν V 19 ὅτε δὴ cf. p. LVI | οἶδα V, corr. Scbnr, οἶδα χρήσιμόν σʼ ὥραις Rth (El), num „οἴδας“ εἶπε,,? || 20 suppl. Schnr | τι δειπνῆσαι Lm || epim. Georg. p. 31)[*](125 V 141 (Kn p. 684, Fur. 368 || 1 ἐπὶ Bgk cf. 5, 5 | κἀμπαίζων ci. Cr p. 218, 1 || 2 cf. Herond. lII 40 44 (Cr ‘Unters.’ 65) ὡς τὸν V || 5 ὁ πίθηκος χθὲσ V, corr. Buttmann | ἡμᾶς)[*](126 V 133 (Κn p. 683, Fur. 364), brevius B 98; Eb 128 p. 79 cf. O. Hense Lect. Stob. act. soc. phil. Lips. lI p. 37 adn. 1 ἐρημίαν V | exciderit παρῆλθεν ὕλην (12, 2) κἀμπλανώμενος ταύτῃ | cf. Arat. 118 || 2 ἀλήθειαν μόνην V, correcturas editorum recepi interim, sed totus locus contractus videtur, cf. B εὗρε γυναῖκα μόνην κατηφῆ ἑστῶσαν, unde Eb: μόνην κατηφῆ γραῦν τινʼ εὗρεν ἑστῶσαν)114
καί φησιν αὐτῇ „διὰ τίνʼ αἰτίην, γραίη,τὴν πόλιν ἀφεῖσα τὴν ἐρημίην ναίεις;“ἣ δʼ εὐθὺ πρὸς τάδʼ εἶπεν ἡ βαθυγνώμων· „ὅτι πρὸ τοῦ μὲν παῤ ὀλίγοισιν ἦν ψεῦδος,νῦν δʼ εἰς ἅπαντας ἐξελήλυθʼ ἀνθρώπους.“εἰ δʼ ἔστιν εἰπεῖν καὶ βεβούλησαι κλύεινὁ νῦν βίος πονηρός ἐστιν ἀνθρώπων.Ὁ λόγος οὗτος ἀνθρώπους κωμῳδεῖ, ὧν ἡ ἀλήθεια μακρὰν πέφευγε διὰ τὸ τῷ ψεύδει τούτους φιλεῖν καὶ μᾶλλον συνοικεῖν.