Περὶ μεθόδου δεινότητος [Sp.]
Hermogenes
Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.
Τοῦ κωμικῶς λέγειν ἅμα καὶ σκώπτειν ἀρχαίως τρεῖς 34 μέθοδοι· τὸ κατὰ παρῳδίαν σχῆμα, τὸ παρὰ προσδοκίαν, τὸ ἐναντίας ποιεῖσθαι τὰς εἰκόνας τῇ φύσει τῶν πραγμάτων. τούτων παραδείγματα λάβωμεν τὰ μὲν ἐκ τοῦ κωμικοῦ, τὰ δὲ ἐκ τοῦ βίου, τὰ δὲ ἐκ τοῦ ῥήτορος.
[*](441)Τὸ μὲν κατὰ παρῳδίαν οὕτως ἔχει
Τὸ δὲ παρὰ προσδοκίαν τοῦτο [*](454) «βδελυρὸν μὲν οὖν τὸ πρᾶγμα καὶ οὐκ ἂν ἐβουλόμην λαχεῖν, ἐπειδὴ δὲ ἔλαχον»· [*](2 ὀλίγα om. P; γρ γυναῖκα δὲ καὶ παιδάρια ὀλίγα Pa, (γύ- ναια) Pc 3. 4 μονονουχὶ παραμικρὸν παρέφρασε Sf 4 Dem 54, 3 sq. 9 supr. VcAcSfPh, mg. P | mg λβ VcAcPh, λγ P 10 τὸ Ph 11 cf. Auct. ad. Her. Ι 6, 10 14 τὰ δὲ ἐκ τοῦ βίου post ῥήτορος Pc; del. Spengel, at cf. 452, 5 sq. | ἀπὸ (pro alt. ἐκ) AcSfPh 15 τὸ scripsi; τὰ codd. 16 Arist. Vesp. 45 ὁλᾶις θεόδωλος . . κόλακος Vc | θεόδωλος Ph; θεόδωλον Sf 17 θέλων — ἔχει om. Vc 18 τὴν φωνὴν VcSfPh 20 οὕτω AId. 21 Fragm com. anon. 187. IV p. 650 Meineke τὸ om. Ph | γρ οὐκανεβαλόμην Ac 22 τυχεῖν Sf)
Τὸ δὲ ἐναντίως χρῆσθαι ταῖς εἰκόσι πρὸς τὰ μεγέθη τῶν πραγμάτων οὕτω γίνεται, ἐὰν μεγάλῳ μικρὸν ἀντιτιθῶμεν καὶ μικρῷ μέγα, οἷον ‘ἐμαχέσαντο οἱ ὄρτυγες ὡς Αἴας καὶ Ἕκτωρ’ καὶ ‘Ἕκτωρ καὶ Ἀχιλλεὺς ἐμαχέσαντο ὡς ἀλεκτρυόνες’.
Τούτοις πᾶσι χρῆται Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνο· ὅθεν δηλοῦται, ὅτι κωμῳδεῖν ἐπίσταται· τῇ [*](442) μὲν παρῳδία οὕτως «τὸν μὲν πατέρα ἀντὶ Τρόμητος ἐποίησεν Ἀτρόμητον», τῷ δὲ παρὰ προσδοκίαν οὕτω περὶ Αἰσχίνου λέγων «οὐδὲ γὰρ ὧν ἔτυχεν ἦν, ἀλλ᾿ οἷς ὁ δῆμος καταρᾶται», τῇ δ᾿ ἐναντιώσει τῶν εἰκόνων οὕτως «αὐτοτραγικὸς πίθηκος, ἀρουραῖος Οἱνόμαος».