Περὶ μεθόδου δεινότητος [Sp.]

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

[*](439)

33 Τὸ τραγικῶς λέγειν Ὅμηρος μὲν ἐδίδαξε, Δημοσθένης δὲ ἐμιμήσατο. ὅτι μὲν γὰρ τραγῳδὸς καὶ πατὴρ τραγῳδίας Ὅμηρος, Πλάτων μαρτυρεῖ· ὅπως δ᾿ ἐτραγῴδησεν ἐν τῇ ἑαυτοῦ ποιήσει, θεωρητέον.

Ἰλίου ἅλωσιν οὐκ εἶπε, τέχνῃ παραλιπών· οὐ γὰρ ἥρμοζεν αὐτοῦ τῇ τῆς ποιήσεως τραγῳδίᾳ ἑνὸς πολιχνίου πόρθησις· τί οὖν ποιεῖ; πάσης πόλεως εἶπε πόρθησιν ἐν δυσὶν ἔπεσιν

  • «ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,
  • [*](453)
  • τέκνα δέ τ᾿ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας».
  • ἂν δ᾿ Ἕκτωρ ἀποθάνῃ, Ἀνδρομάχη λέγει τι καὶ Ἑκάβη, ἀλλὰ καὶ Ἑλένη καὶ χορὸς Τρῳάδων, καὶ πολλὰ δράματα ὡς εἰπεῖν ἀποπληροῦντα τὴν τραγῳδίαν. τί οὖν ἐκ τούτων τὸν χρηστὸν νομίσομεν Ὅμηρον λέγειν ἡμῖν; τὰ μεγάλα τῇ βραχύτητι τῆς ἑρμηνείας φυλάττει μεγάλα, τῆς συντομίας τὸ μέγεθος αὐτοῖς διασῳζούσης, τὰ δὲ μικρὰ καὶ φαῦλα τῇ περιβολῇ τῶν λόγων μέγεθος προσλαμβάνει.

    Ταὐτὰ ποιεῖ Δημοσθένης καὶ οὕτω τραγῳδεῖ Φωκέων ἅλωσιν ἔθνους ὅλου ἐν ὀλίγοις ῥήμασι λέγων «ἦν [*](1 supr. VcAcSfPh, mg. P | mg. λα VcAcPh, λβ P Plat. Reip/ Χ 598 D 5 αὐτοῦ Ac 6 τέχν vix. san.; Laurentus vertit ‘artificiose | eam relingurens’ | καταλιπών P 8. 9 πόρθησιν εἶπεν VcAcSfPh 10 Hom. Ι 593 |⌊II⌉κτείνουσι⌊ν er.⌉ Vc | ἀμαλ θύνει Ph ad 10. 20 451, 3: cf. Theon lI 62, 24; 31. 63, 3 Sp. Aps l 2 p. 317, 3 Sp. -H. 11 δ᾿ (om τ᾿) Ac Ph 12 Hom. Ω 725. 748. 762 τ⌊ί καὶ m. po.; ex η⌉ Vc; τι (om. καὶ) Ph 15 τὸν om. Ph | νομίσωμεν Ph | ἡμῖν ante ὅμηρον Vc, ante λέγειν Sf Ph ; om. Ac 16 φυλάττειν VcAcPh 18 σμικρὰ Pc 19 παρα- λαμβάνει VcSf; προσλαμβάνειν Ac 20 οὗτος Sf; οὕτως VcAc Ph 21 Dem. 19. 65)

    451
    ἰδεῖν οἰκίας κατεσκαμμένας, τείχη περίῃρημένα, χώραν ἔρημον τῶν ἐν ἡλικίᾳ, γύναια δὲ καὶ παιδάρια ὀλίγα [*](440) καὶ πρεσβύτας ἀνθρώπους οἰκτρούς»· μονονουχὶ παρέφρασε τὸ Ὁμηρικόν. ἐν δὲ τῷ Κατὰ Κόνωνος αἰκίας τῆς ὕβρεως περιήγησιν ἐποίησεν ἀκριβῶς ἕκαστα διηγούμενος, δηλονότι τὴν φαυλότητα τοῦ πράγματος αἴρων εἰς μέγεθος τῇ περιττοτέρᾳ ἑρμηνείᾳ καὶ τὴν ὕβριν τραγῳδῶν.