Περὶ μεθόδου δεινότητος [Sp.]

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

31 Πρὸς τὰ κεκρατηκότα πάθη οὐ δεῖ ἀντιτείνειν, ἀλλ᾿ εἴκοντα παραμυθεῖσθαι. Ὅμηρος ἐποίησε, Θουκυδίδης ἐμιμήσατο, Δημοσθένης διεδέξατο, Ἰσοκράτης παρέδωκεν. Ὅμηρος

  • «ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι·
  • καὶ γάρ τίς θ᾿ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο
  • ἀσχαλάᾳ σὺν νηὶ πολυζύγῳ».
  • Θουκυδίδης ἐν Περικλέους λόγῳ «δουλοῖ γὰρ φρόνημα τὸ αἰφνίδιον καὶ ἀπροσδόκητον καὶ πλείστῳ παραλόγῳ ξυμβαῖνον». Δημοσθένης «εἰ δέ τις ὑμῶν τὸν Φίλιππον εὐτυχοῦντα ὁρῶν ταύτῃ φοβερὸν προσπολεμῆσαι νομίζει, σώφρονος μὲν ἀνδρὸς λογισμῷ χρῆται· μεγάλη γὰρ ῥοπή». Ἰσοκράτης δὲ σαφῶς οὕτως αὐτὸ παραδίδωσι «μηδὲ πρὸς τὰς τῶν παραπλησιαζόντων ὀργὰς τραχέως ἀπαντῶν, ἀλλὰ θυμουμένοις μὲν αὐτοῖς εἴκων, πεπαυμένοις δὲ τῆς ὀργῆς ἐπιπλήττων».