Περὶ μεθόδου δεινότητος [Sp.]

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Κατὰ πόσους τρόπους ἐν πεζῷ λόγῳ χρῆσις ἐπῶν 30 γίνεται; κατὰ δύο, κόλλησιν καὶ παρῳδίαν. καὶ κόλλησις μέν ἐστιν, ὅταν ὁλόκληρον τὸ ἔπος εὐφυῶς κολλήσῃ τῷ λόγῳ, ὥστε συμφωνεῖν δοκεῖν· οἷον παρὰ τῷ Αἰσχίνῃ ἐν τῷ Κατὰ Τιμάρχου ἐπιστᾶσά που ἡ τοῦ Πατρόκλου ψυχὴ καθεύδοντι τῷ Ἀχιλλεῖ ἐπισκήπτει περὶ τοῦ ὁμόταφος αὐτῷ γενέσθαι

  • τοὐ γὰρ ἔτι ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων
  • βουλὰς ἑζόμενοι βουλεύσομεν
  • καὶ τὰ ἑξῆς, καὶ πάλιν φησὶν Εὐριπίδης [*](451)
  • «ὁ δ᾿ εἰς τὸ σῶφρον ἐπ᾿ ἀρετήν τ᾿ ἄγων ἔρως
  • ζηλωτὸς ἀνθρώποισιν, ὧν εἴην ἐγώ». —
  • Κατὰ παρῳδίαν δέ, ὅταν μέρος εἰπὼν τοῦ ἔπους παρ᾿ αὑτοῦ τὸ λοιπὸν πεζῶς ἑρμηνεύσῃ καὶ πάλιν τοῦ ἔπους εἰπὼν ἕτερον ἐκ τοῦ ἰδίου προσθῇ, ὡς μίαν γενέσθαι τὴν ἰδέαν· οἷον Δημοσθένης ἐν τῷ Παραπρεσβείας «ὅστις δ᾿ ὁμιλῶν ἥδεται ταὐτὰ πρεσβεύων Φιλοκράτει, [*](437) [*](1 τοῖς om. Sf (cf. 443, 11) | τοῦ om Ph 3 ὀλυνθιακῶι (om. τῶν) Ph 4 supr. VcAcSf, mg. P Ph | mg. κη VcAcPh, κθ 5 καὶ ποίους add. ante ἐν Sf | ἐν τῶι VcAc | cf. 336, 15 sq. 6 alt. καὶ om. VcSfPh 12 Aesch. 1, 149; Hom. Ψ 77 14 ἐφ- εξῆς VcSfPh | ὅ φησιν Sf; φησὶν ὁ Ph 15 Aeschinis 1, 151 Eurip. Stheneboeae fr. 672 Rhein. Museum 63, 148 l. 19 | οὐδεὶς (ex ὀυδ᾿ εἰς?) Ph | ἀρετῆι Vc, m. 1Sf 16 ὡς Ph | κἀγώ Vc 18 πεζῶς λοιπὸν (om. τὸ) Pc 19 ἕτερον 〈μέρος〉 ? 20 περὶ παραπρεσβείας Ac 21 Dem. 19, 245; Eur. fr. 812 N.² | τὰ αὐτὰ AcSfPh; ταῦτα Pc; καὶ ταῦτα Dem. )
    448
    οὐπώποτ᾿ ἠρώτησα γινώσκων, ὅτι ἀργύριον εἴληφεν οὗτος, ὥσπερ Φιλοκράτης ὁμολογῶν».