Περὶ μεθόδου δεινότητος [Sp.]

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Τοῦ ἑαυτὸν ἐπαινεῖν ἐπαχθοῦς ὄντος καὶ εὐμισήτου, 25 τοῦ ἀνεπαχθῶς ποιῆσαι μέθοδοι τρεῖς· κοινότης λόγου, ἀνάγκης προσποίησις, προσώπου ὑπαλλαγή.

Τούτων παραδείγματα. ὁ Ἰσοκράτης ἐν τῷ πρώτῳ λόγῳ τῶν παραινέσεων τὸ πρῶτον προοίμιον ἑαυτοῦ ἔπαινον κατεσκεύασε· θέλει γὰρ εἰπεῖν ὅτι ἐγὼ ἀνήρ [*](1 cf. Theon. lI 63, 32 Sp. 4 ἐπὶ Vc | πολέμων VcAcSfPh, v.l. Pa, cf. Thuc. 2, 36; πολεμίων P 5 μὲν om. Sf | Plat. Menex 239 A sq. 6 τὰ Sf; om. PVcAcPh 7 τῆς om. Ac 13 ἀντ- ἐστρεψε VcSf μεταβάλλων Ph; μεταβαλών PVcAcSf 14 scil. ἐν τοῖς εἰς τοὺς δημοσίους ὑπομινήμασιν, cf. 308, 12 | περὶ αὐτοῦ λόγοις Sf, (τούτου) m.po. Vc 15 supr. VcAcSf, mg. P Ph mg. κγ VcAcPh, κδ Pc (er.? Pa) 10 cf. Alex. III 4, 13 Sp.; Aristid. II 506, 8 Sp. | ὄντως Ph 17 addidi 19 τὰ παρα- δείγματα AcSfPh | ὁ om. Ph 20 ἑαυτοῦ mg. suppl. m. 1Ph 21 cf. [Dion.] lI 1 p. 24, 19 Us. Plut De se ipsum laudando c. 1 sq.)

442
εἰμι σπουδαιότατος καὶ μόνος φίλος ἀγαθὸς ἀποθανόντος τοῦ πατρός, ὦ Δημόνικε, σοὶ εὐνοῶν᾿· πῶς οὖν αὐτὸ ποιεῖ; κοινῷ τῷ λόγῳ χρῆται περί τε σπουδαίων ἀνδρῶν καὶ φαύλων λέγων καὶ διακρίνων ἤθη ἀγαθῶν καὶ πονηρῶν φίλων, οὕτω δὲ φαίνεται αὐτὸς ὢν τῶν ἀγαθῶν ἀνδρῶν. — Ὁ δὲ Δημοσθένης ἐν τῷ Περὶ τοῦ [*](447) στεφάνου μέλλων ἑαυτὸν ἐπαινεῖν καὶ τὴν ἑαυτοῦ πολιτείαν πολλάκις τῇ ἀνάγκῃ χρῆται λέγων «ἐὰν δ᾿ [*](431) ἐφ᾿ ἃ καὶ πεποίηκα καὶ πεπολίτευμαι βαδίζω, πολλάκις λέγειν ἀναγκασθήσομαι περὶ ἐμαυτοῦ». — Ἐπειδὴ δὲ τῇ ἀνάγκῃ πολλάκις χρώμενος ὕποπτός ἐστι, καὶ τῇ τοῦ προσώπου ὑπαλλαγῇ χρῆται. ἔστι δὲ τοῦτο· ὅταν τι μέτριον λέγῃ, τότε πρὸς τοὺς Ἀθηναίους λέγει, ὅταν δὲ ὑπερήφανον καὶ ἐπαχθές, πρὸς Αἰσχίνην· «οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὐδὲ πλίνθοις ἐγώ, ἀλλὰ τὸν ἐμὸν τειχισμὸν εἰ βούλει σκοπεῖν, εὑρήσεις ὅπλα καὶ πόλεις καὶ συμμάχους», καὶ πάλιν ἀλλαχοῦ «ὧν μέντοι ἐκ τῆς δίας οὐσίας ἐπέδωκα, οὐδεμίαν ἡμέραν ὑπεύθυνος εἶναί φημι. ἀκούεις, Αἰσχίνη;» ἀπέστρεψε τὸν λόγον, ἵνα δοκοίη τὸν ἐχθρὸν λυπεῖν, μὴ Ἀθηναίοις ὀνειδίζειν.

[*](2 εὐνοῶν Pa, (ν m.po. in ras.) Pc; εὐνοῶ VcAcSfPh 3 lsocr. 1, 1 sq. 4 φαύλων· λέγων γὰρ καὶ Sf 5 δὲ om. VcAcSfPh 8 Dem. 18, 4 10 ἑαυτοῦ Ph ad 11 et 20 cf. [Dion.] lI 1 p. 336, 11 13 Us. 13 λέγει om. Ph 14 Dem. 18, 299 15 ἐτειχήσατο Ph 16 ἐὰν βούληι VcSfPh, cf. Dem. 17 Dem. 18, 112 17. 18 μὲν τῆς ἐκ τῆς Ph 19 εἰμι (pro εἶναί φημι) Ph 20 δοκῆι Ph 20. 21 ἀθηναίους Ph, (υ ex ι, m.1?) Sf)