Περὶ μεθόδου δεινότητος [Sp.]

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

[*](429)

24 Τοῦ ταὐτὰ λέγοντα ἢ ἑαυτῷ ἢ ἄλλῳ τινὶ μὴ δοκεῖν τὰ αὐτὰ λέγειν διπλῆ μέθοδος· τάξεως μεταβολή, καὶ μήκη καὶ βραχύτητες. ἡ δὲ αὐτὴ καὶ τοῦ παραφράζειν μέθοδος· ἢ γὰρ τὴν τάξιν μεταβάλλεις, περ ἐκεῖνος ἐχρήσατο, ἢ τὸ μέτρον· εἴπερ γὰρ διὰ μακρῶν ἐκεῖνος, ταῦτα ἐν βραχέσι συνελὼν λέγεις, ἢ τὸ ἐναντίον.

Τίς δὲ ἑκατέρου τούτων ὁ καιρός; ἡ μὲν συμβουλευτικὴ μήκη καὶ βραχύτητας ἐπιδέχεται· τῆς γὰρ τάξεως μεταβολὴν οὐ δύναται ἔχειν, ὅτι ἐν συμβουλῇ πάντως πρῶτον τὸ κατεπεῖγον εἶναι δεῖ παρὰ παντὶ συμβουλεύοντι. ἐν δὲ τῇ πανηγυρικῇ νόμος ἐστὶ τῶν κεφαλαίων τῆς τάξεως ἀμετάβλητος ἡ φύσις τῶν πραγμάτων. [*](446) χρώμεθα οὖν τοῖς μήκεσι καὶ ταῖς βραχύτησιν, ὥσπερ ἐν συμβουλευτικῇ μὲν ἰδέᾳ ἐποίησεν ὁ Δημοσθένης ἔν τε τοῖς Ὀλυνθιακοῖς καὶ ἐν τῷ Περὶ τῶν ἐν Χερρονήσῳ [*](1 εὐρομένους Ph, m.1Vc, (α m. 1 supr.) P; εὑραμένους AcSf 3. 4 καὶ παρὰ φύσιν om. P VcPh; γρ καὶ οὕτως· καὶ κατὰ φύσιν καὶ κατὰ τέχνην. ἢ οὕτως· καὶ κατὰ φύσιν καὶ παρὰ φύσιν Pa; γρ΄ καὶ κατα τέχνην m. 2Sf 4 ὡς καὶ ἐνταῦθα Ac 6. 7 supr. AcSf, (τοῖς ἄλλοις) Vc; mg. Pa, (om. τὰ) Pc, (om. τοῦ) Ph | mg. κβ VcAcPh, P | ἢ τοῖς ἄλλοις Vc; ἢ καὶ ἄλλοις Pπ 11 μετα- βαλεῖς Vδ 12 γὰρ et ἐκεῖνος om. VcAcSfPh 14 δὲ om. VcPh 16 ἐν μὲν VcAcSfPh πάντων Sf 17 παντὶ τῶι Pc 21 ὁ om. VcSfPh 22 τῶ Vδ τοῖς PVcAcSfPh | ἐπὶ Ph)

441
σρατιωτῶν· τὰ αὐτὰ γὰρ λέγων ἑαυτῷ μάλιστα ἔλαθεν. ἐν δὲ πανηγυρικῇ ἰδέα Πλάτων τὰ αὐτὰ λέγων Θουκυδίδῃ ἐν τῷ Ἐπιταφίῳ οὐ μόνον ἔλαθεν, ἀλλὰ καὶ ἄλλα λέγειν ἔδοξε· τὰ γοῦν περὶ τῶν πολέμων Θουκυδίδης μὲν ἐπιμνησθεὶς παρῆκεν, ὁ Πλάτων δὲ ἐπεξειργάσατο· τοὐναντίον δὲ Πλάτων μὲν παρῆκε τὰ περὶ τῆς πολιτείας, Θουκυδίδης δὲ ἐπεξῆλθεν.

Ἐν δὲ τῇ δικανικῇ ἰδέᾳ καὶ ἡ τῆς τάξεως μεταβολὴ χώραν ἔχει, ὥσπερ Δημοσθένης ἐποίησεν ἐν τῷ Περὶ τῆς ἀτελείας· Φορμίωνος γὰρ προκατηγορήσαντος τοῦ νόμου καὶ χρησαμένου τοῖς κεφαλαίοις τῆς διαιρέσεως, [*](430) τῷ δικαίῳ, τῷ συμφέροντι, τῷ καλῷ, τῷ τῆς ἀξίας, ἀνέστρεψε τὴν τάξιν μεταβάλλων· πῶς δὲ τοῦτο ἐποίησεν, ἐν τοῖς περὶ τοῦ λόγου διεξήλθομεν.