De renum et vesicae affectionibus
Rufus of Ephesus
Rufus of Ephesus. Oeuvres de Rufus d'Éphèse. Daremburg, Charles and Ruelle, Émile, editors. Paris: Imprimerie Nationale, 1879.
Τῶν δὲ περὶ κύστιν νοσημάτων χαλεπώτατον μὲν καὶ Θανατωδέστατόν ἐστι φλεγμονὴ κύστεως· | ὥστε πυρέττουσί τε ὀξέως, καὶ ἀγρυπνοῦσι, καὶ παραπαίουσι, καὶ ἐμοῦσι χολώδη ἄκρατα, καὶ οὐρεῖν οὐ δύνανται, καὶ [ἦτρον] μὲν σκληρύνεται αὐτοῖς· ὀδύναι
δὲ ἰσχυραὶ τὸ ἐπίσειον [τ]ύπτουσιν· χεῖρες δὲ καὶ πόδες οὐκέτι ἀναθερμαίνονται· μάλιστα | δὲ περὶ ἥβην καὶ ὀλίγον ἔμπροσθεν καταλαμβ[άνουσιν οἱ πόνοι.] Ἀποκτείνει διὰ ταχέων, εἰ μὴ οὐρήσειαν πολλ[ὰ οὖρα καὶ παχέα καὶ] πυώδη, καί τι τῆς φλεγμονῆς πρὸς τὰ ἔξω τρ[απείη, ἢ ἀνείη ἡ ὀ]δύνη.Φλέβα τέμνε, μὴ εἰς μακρὰν δὲ τέμνε, [ἀλλὰ ἀρχο]μένης τῆς νόσου, καὶ τοῖς ἐπιβρέγμασι συνεχῶς [Θέρμαινε]. —
Ἑψέσθω δὲ ἐν τῷ ἐλαίῳ πήγ[ανον, καὶ] ἄνηθον, καὶ ἡ ἀλθαίας ῥίζα, καὶ | ἡ κοιλία ὑποκλυζ[έσθω μα]λακῷ κλύσματι, καὶ ἔπειτα
ἐνιέσθω τοῦ ἐπιβρέγματος εἰς τὸ ἔντερον, ὡς καὶ ἐνθένδε παρηγορῆται.Ἄμεινον δὲ, εἰ καὶ μήκωνα συνέψοις τῷ ἐλαίῳ, καὶ εἰ χηνὸς στέαρ διατήκων, ἢ ὄρνιθος, ἐγχέοις.
Ἐγὼ δὲ καὶ ὀποῦ μήκωνος τρίτον ἡμιοβολίου μετὰ σμύρνης καὶ κρόκου ὀλίγου χρίσας εἰς ἔριον ὑπέθηκα, ὥσπερ τοὺς πεσσοὺς ταῖς γυναιξὶ, καὶ αὐτίκα μὲν αἱ ὀδύναι ἐπαύσαντο, αὐτίκα δὲ ἐκοιμήθη ὁ ἄνθρωπος· ὥστε μοι ἤδη τὸ φάρμακον καὶ εἰς ἄλλας ὀδύνας ἀρκεῖν. —
Πυριᾷν δὲ καὶ κύστεσι θερμοῦ ὕδατος, καὶ ἀλεύρῳ θερμῷ ἐν μαρσύποις καὶ ῥάκεσιν ἠλαιωμένοις, καὶ εἰς ὕδωρ θερμὸν καθίζειν, παρακαλοῦντα οὐρεῖν ἐν τῷ ὕδατι· ἔστω δὲ καὶ | ἀφέψημα λίνου σπέρματος καὶ τήλεως ὕδωρ, καί τι καὶ σπερμάτιον ἐμβεβλήσθω τῶν εὐωδῶν.