De renum et vesicae affectionibus
Rufus of Ephesus
Rufus of Ephesus. Oeuvres de Rufus d'Éphèse. Daremburg, Charles and Ruelle, Émile, editors. Paris: Imprimerie Nationale, 1879.
Πίνειν δὲ ὡς ψυχρότατον καὶ τἄλλα τῇ διαίτῃ ψυχροτέρᾳ χρῆσθαι, τῶν τε ψυχόντων λαχάνων ἐσθίοντα, καὶ κυκεῶνα πίνοντα, καὶ πτισάνης χυλὸν ῥοφοῦντα· οὐρητικὸν δὲ μηδὲν προσφέρειν, ἀντισπᾷν δὲ καὶ εἰς ἱδρῶτας· εἰ γὰρ καλῶς δύναιτο ἐξιδροῦν, ἐπιξηραίνοιντο ἂν αἱ οὐρήσεις.
Ἄριστον δὲ εἰ ἐν πίθῳ πυριῷτο, ὑπερέχων ἄνω τὴν κεφαλὴν, ὡς τὸ μὲν ἄλλο σῶμα Θερμαίνηται, ψυχρὸν δὲ ἕλκῃ ἀέρα· καὶ τὰ ἄλλα, ὥσπερ καῦσον Θεραπεύειν, ἵνα σοι ταχὺ ἄδιψος γένηται. —
| Τήν τε
οὖν πάλην τοῦ ἀλφίτου φυράσας ὀξυῤῥοδίνῳ, κατάπλασσε τὸ ὑποχόνδριον, καὶ φύλλα ἀμπέλου τρίψας ἁπαλὰ, καὶ κοτυληδόνα, καὶ ἑλξίνην, καὶ ἀνδράχνην, καὶ ὅσα ἄλλα.Προπότιζε δὲ καὶ πολυγόνου χυλὸν συνεχῶς, καὶ ἑλένιον ἐν οἴνῳ μέλανι, καὶ σύμφυτον, καὶ φοινίκων ἀπόβρεγμα, καὶ μύρτων, καὶ ἀπίων.
Κατὰ ἀρχὰς δὲ ἐν ἀγκῶνι φλέβα τέμνειν. —
Τὰ μὲν οὖν νεφριτικὰ οὕτως ἄν τις κάλλιστα ἰῷτο.