De renum et vesicae affectionibus

Rufus of Ephesus

Rufus of Ephesus. Oeuvres de Rufus d'Éphèse. Daremburg, Charles and Ruelle, Émile, editors. Paris: Imprimerie Nationale, 1879.

Ποτὲ οὖν συμφέρει τοῖς ψυχροτέροις οὐρητικοῖς χρῆσθαι, καθάπερ τῷ σελίνῳ, αἱ τῷ σικύῳ, καὶ τῷ ὑακίνθου σπέρματι, καὶ τῷ ἀσπαράγῳ, καὶ τῷ τοῦ λευκοίου, καὶ κρόκου ταῖς ῥίζαις, καὶ ἰωνιᾶς τοῖς φύλλοις, ἐμεῖν τε ἀπὸ δείπνου συνεχῶς, καὶ μηδὲν πυρῶδες προσ|Φέρεσθαι, ὃ μέλλει τὴν κύστιν Θερμαίνειν· δίαιταν δὲ τὴν ἄλλην ἀπονωτέραν ἐξευρίσκειν. —

Ὅπου δὲ τὸ ψυχρὸν κρατεῖ, οὐρητικοῖς μὲν τοῖς Θερμοτέροις χρῆσθαι, ὁποῖά ἐστιν ἥ τε ἶρις, καὶ τὸ αἰθιοπικὸν

κύμινον, καὶ τῆς βαλσάμου ὁ καρπὸς, καὶ τὸ κιννάμωμον, καὶ ἡ κασσία, καὶ τὸ ἄκορον, καὶ τὸ μῆον· ἀπεψίας δὲ καὶ πλησμονὰς φεύγειν· ὕδατά τε πηγαῖα καὶ καθαρὰ ἐκλέγεσθαι, οἴνους δὲ κιῤῥοὺς καὶ εὐόδμους· ταλαιπωρεῖν δὲ τῷ σώ|ματι προθυμότατα, καὶ λού|[εσθαι μὲν σπανίως, χρίεσθαι δὲ π]υκνὰ, καί ποτε καὶ πρὸς πῦρ στάντα[τρίβεσθαι.

ᾩσαύτως καὶ αἱ] ψυχρολουσίαι συμφέρουσι, Θερμαὶ [δὲ παντάπασι κάκισται.

Τὴν] δὲ γαστέρα ἐν πᾶσι μὲν τοῖς κατὰ [κύστιν μὴ κινεῖν, μάλιστα δὲ] ἐν τοῖς παροῦσιν· εἰ γὰρ ταύτῃ ὑπ[ίοι ἐπὶ πολὺ, ἁλμυρώτεραί] τε ἂν αἱ οὐρήσεις καὶ μείους γίγνοιντο.

—[Τοιαῦτα μὲν οὖν ἐπὶ τὴν] λιτιῶσαν κύστιν πραγματευτέον, καί τινα [τῶν πρὸς λιθιῶντας νεφροὺς] εἰρημένων.

Τοιγαροῦν καὶ ψωριῶσαι κύστεις ὤφθησαν· [σημαίνει] μὲν τοῖς τε οὔροις τραχείας καὶ πιτυρώδεις ὑποστάσεις ἔχουσι, καὶ τοῖς κνησμοῖς τοῦ τε ἐπιγαστρίου, καὶ τοῦ ἤτρου.

Προϊοῦσα δὲ ἡ νόσος καὶ ἑλκοῖ τὴν κύστιν, καὶ ὀδυνᾷ πλέον, ὥστε καὶ τὰ τῶν ἑλκῶν συνεδρεύσαι ἂν εἰκότως.

Τούτοις μὲν σημαίνει τὸ νόσημα·| καθισταμένους δὲ εἰς θεραπείαν αὐτοῦ, γιγνώσκειν μὲν ὡς οὐκ ἔστι πάντῃ ἰάσιμον· πειρᾶσθαι δὲ ὅμως τὰ δυνατὰ παρηγορεῖσθαι.

Τῶν μὲν δακνόντων, καὶ τοὺς χυμοὺς δριμυτέρους καὶ ἁλμωδεστέρους ἀποδεικνύντων κελεύειν ἀπέχεσθαι· προσφέρειν δὲ οἴνους μὲν γλυκεῖς

καὶ γάλα, καὶ ζωμὸν ὄρνιθος, ἢ ἐρίφου, ἢ ἀρνὸς, καὶ τὸ τῶν φοινίκων ἀπόβρεγμα, καὶ σεμίδαλιν, καὶ ἀμύλιον, καὶ ῥοφήματα, καὶ ἔτνη, καὶ ἰχθῦς ἁπαλοσάρκους, ἑφθοὺς σύμπαντας, καὶ λαχάνων ὅσα τὰς μὲν οὐρήσεις ὑπάγει, δάκνει δὲ ἥκιστα, οἷον σταφυλίνους τε ἑφθοὺς, καὶ κρῆθμα, καὶ μά|ραθρα, καὶ ἱπποσέλινα, καὶ ἀσπαράγους, καὶ σικύους, καὶ ὅσα ἄλλα· δεῖ γὰρ τοῖς οὐρητικοῖς ἀποκαθαίρειν τὴν κύστιν, ἀλλὰ πρᾳότερον· κίνδυνος γὰρ ἑλκῶσαι τοῖς ἰσχυροτέροις, ὃ παντός ἐστι κάκιον.

Ἀγαθὰ οὖν οὐρητικὰ καὶ οἱ καρκίνοι, καὶ αἱ πίνναι, καὶ αἱ λοπάδες, καὶ τοῦ ἐχίνου ἡ σὰρξ, καὶ τοῦ χερσαίου, καὶ τοῦ θαλασσίου, καὶ οἱ τέττιγες.

| Οὐκ ἀνάρ μοστον δὲ οὐδὲ βουκέρα ἑφθ[ὰ μετὰ μέλιτος ῥοφᾷν· καὶ γὰρ] | τοῦτο δήξεις ἀμβλύνει, καὶ εἰ ἐπὶ κύ[στιν ἐκτράποιτο, πρᾳ]ότερον ταῖς ψώραις ἐστὶ, καὶ ἡ τραγάκανθα [ταὐτὸ ποιεῖ· χαίρουσι δὲ] καὶ μύρτων

ἀπόβρεγμα πίνοντες μετὰ οἴν[ου, ἢ μήλων κυδωνίων ἀ]πόβρεγμα, καὶ ὄχνης, καὶ ἄλλης τινὸς ὀπώρας [στυφούσης· ὠφελεῖ γὰρ] κνησμούς.

Ταῦτα μὲν οὖν [τῷ πάθει παρηγορικά· δεῖ δὲ] εὐχυμότατον ταῖς διαίταις ἀποφαίνειν, καὶ [γυμνάζοντας συμ]μέτρως καὶ πυριῶντας, καὶ ἐμεῖν ἀνὰ χρόνον κελεύ[οντας, καὶ] ὀῤῥοῖς κατακλύζοντας· εἰ μὴ γὰρ οὕτω παρηγορήσεται, ἄλλοις οὐκ ἔστιν.