De renum et vesicae affectionibus
Rufus of Ephesus
Rufus of Ephesus. Oeuvres de Rufus d'Éphèse. Daremburg, Charles and Ruelle, Émile, editors. Paris: Imprimerie Nationale, 1879.
Ἀρκεῖ δὲ καὶ ἕνα καθιέναι δάκτυλον, εἰ ἰατρός τε ἔμπειρος εἴης τὰ τοιαῦτα διαχειρίζειν, καὶ δακτύλους προμήκεις ἔχοις, καὶ παιδίον μηλοῖο, καὶ ὁ λίθος μὴ πολύ τι μείζων τοῦ μετρίου εἴη.
Ἀρκεῖ δὲ καὶ αὐτόν γε τῇ δεξιᾷ | πιέσαι τὸ ἦτρον, καὶ δόξει ἀνοχλότερον τοῦτο, καὶ τῷ νοσοῦντι, καὶ τῷ μηλουμένῳ.
Λαβόμενον δὲ χρὴ τοῦ λίθου καθέλκειν εἰς τὸν οὐρητῆρα, καὶ ὅταν ἐνταῦθα ἥκῃ, τότε δὴ μᾶλλον ἐχόμενον, ὡς μὴ ἐκφυγὼν οἴχηται, τέμνειν τομὴν ἐπικάρσιον κατὰ τοῦ περινέου· καὶ, εἰ μὲν πρόχειρος εἴη, τῇ λαβῇ τοῦ μαχαιρίου ἐκβάλλειν, πεπιεσμένον δὲ τῇ λαβῇ τραχείᾳ τε καὶ καμπύλῃ ἐξ ἄκρου, ὡς ἂν μάλιστα συμφέροι τῷ ἔργῳ· εἰ δὲ μὴ, τῷ ὀργάνῳ τῷ πρὸς τὰ τοιαῦτα ἐξευρημένῳ χρώμενος.
Τέμνων δὲ, μὴ ἐπὶ μεῖζον
τέμνειν· κίνδυνος γὰρ, καὶ αὐτῆς τῆς κύστεως τρῶσαί τι, ὃ παντὸς μᾶλλον φυλακτέον.Τὴν δὲ τομὴν, ὡς τὰ ἔμμοτα, ἰᾶσθαι.
Αὕτη [μὲν] σαφεστάτη διάγνωσις καὶ Θεραπεία τῶν ἐν κύστει λίθων, καὶ οἵ γε πολλοὶ οὕτω ποιοῦντες ἐπιτυγχάνουσιν.
Χρὴ δὲ οὐδενὸς ἧττον ἐγνωκέναι καὶ ὅπως οἱ πῶροι συνίστανται· καὶ γὰρ πρὸς τὴν ἑξῆς δίαιταν συμφέρει, καί τις μαθὼν τὴν πρόφασιν τῆς νόσου πολλὰ ἐξευρήσει κωλύματα ὡς μήποτε καὶ ὕστερον λιθιάσαι τὴν κύστιν.
Ἱκανὴ μὲν οὖν πρόφασις, καὶ εἰ τὸ ὕδωρ ἰλὺν ἔχοι· ἀνάγκη γὰρ ὑφισταμένην τὴν ἰλὺν ἐν τῇ κύστει πήγνυ σθαι· καὶ ἀρκεῖ τούτοις ἠθοῦντας τὸ ὕδωρ πίνειν. —
| Γένοιντο δὲ ἂν πῶροι καὶ ἀπὸ ἄλλων ὑδάτων καθαρῶν | μὲν καὶ ἀνυποστάτων, ψυ
χροτέρων δὲ καὶ σκληροτέρ[ων τοῦ καιροῦ· ταῦτα οὖν γῆς ἀπή]θημα ἡγοῦμαι ψυχροτέρας εἶναι τὰ πο[λλὰ διὰ ἐμαυτοῦ πεπειρα]μένος.Τοῖς τε οὔροις λεπτοῖς καὶ ὑδαρέσιν οὖ[σιν ἐπὶ τοῖς παισὶ μᾶλλον] ἢ ἀνδράσιν ἡ νόσος γίγνεται· πολλαχῇ [δὲ εἰκότως πίνουσι] ψυχρότερον ἢ ὥστέ τι[νι] ἐπὶ μεῖζον ηὐξημ[ένῳ δύνασθαι ἁρμόζειν, τοῖς] γε μὴν ἀπέπτοις ὠμῶν ἀναδόσεις ἐπὶ κύστιν [γίγνονται, αἳ, εἰ μὴ δι]ουροῖντο ῥᾳδίως, πήγνυνται.
Προσ[συνεργεῖ δὲ καὶ ὁ οὐρη]τὴρ στένος ὤν· οὐ γὰρ δέχεται πᾶσαν τὴν ὑπόστα[σιν. —
Τὰ μὲν τεκ]μή[ρι]α
τοῦ τὴν ψυχροτέραν κύστιν λίθους τρέφειν το|αῦτά ἐστιν· εἰκὸς μὴν καὶ ὑπὸ Θερμοῦ τινος ξηρανθῆναί ποτε ὑποστάθμην ἐν κύστει, ὥσπερ καὶ οἴνου τρύγα, καὶ ἄλλην τινὰ ἰλὺν ἔξω· ἄλλα [δὲ] ἐγὼ τεκμήρια οὐκ ἔχω εἰπεῖν τῆςδε τῆς νόσου, εἰ μὴ ἄρα τὴν χροιὰν τῶν πωριδίων· εἰκάσται γὰρ ὠπτημένοις ὀστράκοις.