De renum et vesicae affectionibus

Rufus of Ephesus

Rufus of Ephesus. Oeuvres de Rufus d'Éphèse. Daremburg, Charles and Ruelle, Émile, editors. Paris: Imprimerie Nationale, 1879.

| Τὰς δὲ φλεγμονὰς Θεραπεύειν ὧδε· κατακλίνειν μὲν ὡς μαλακώτατα, καὶ σίτου τὴν πρώτην ἀπέχειν· οὐ μὴν εἰς ἅπαν αἱ λιμαγχίαι τούτοις συμφέρουσιν, ᾗπερ ταῖς ἄλλαις φλεγμοναῖς, ἀλλά τι καὶ προσαρτέον, φυλάσσοντα τοὺς | πυρετοὺς, ὅπῃ τε χαλῶσι, καὶ ὅπῃ ἐπιτείνουσιν· οὐδὲν γὰρ αὐτοῖς τοσοῦτον ἀγαθὸν αἱ ἀσιτίαι, ὅσον κακὸν αἱ ἀπὸ τῶν οὔρων ἀκράτων γενομένων δήξεις.

Διαιτᾷν δὲ κατὰ ἀρχὰς μὲν λεπτοῖς ῥοφήμασι, καὶ ποτῷ, ὕδατι· μελίκρατον δὲ μὴ προσφέρειν, ἐὰν μή σοι δοκῇ ἐπὶ οὔρησιν ἤδη προτρέπειν, ὃ ἐγὼ κατὰ ἀρχὰς οὐκ ἐπαινῶ,

πρὶν σαφῶς τὰς ὀδύνας πέσσεσθαι· τότε δὲ καὶ πάνυ φημὶ δεῖν τοῖς οὐρητικοῖς καθαίρειν.

—Εἰ δὲ καὶ ἡ γαστὴρ κενωθῆναι δέοιτο, ἄλλην μὲν κένωσιν μηδεμίαν μηχανᾶσθαι, ὁποῖαι αἳ ἀπὸ φαρμάκων ἐξεύρηνται· κλυσμάτιον δὲ Θερ|μὸν ἐνιέναι, ἢ μαλάχην ἐν ὕδατι ἑψήσας, ἢ λίνου σπέρμα, ἢ βούκερας· τούτων τινὶ ὑποκλύζειν μετὰ ἐλαίου, καὶ τούτου τὸ ἱκανὸν προσμίσγων· πλῆθος δὲ ἐνιέναι μὴ πολὺ, ὡς μὴ πιέζῃ τοὺς νεφροὺς τὰ πληρώματα τοῦ ἐντέρου.

Ὑπελθούσης δὲ τῆς γαστρὸς, εἰ μὲν ἐνδιδοίη ὁ πόνος, ἔριον περιτιθεὶς ἐν κύκλῳ ἀναπαύειν ἐπιτέγγων ἐλαίῳ Θερμῷ· οὐκ ἄπο τρόπου δὲ συνηψῆσθαι τῷ ἐλαίῳ τοῦ τε πηγάνου, καὶ τῆς ἀλθαίας, καὶ τοῦ ἀνήθου, καὶ τῆς ἀρτεμισίας.

—Ὀξύτερον δὲ πονούντων φλέβα κατὰ ἀγκῶνα τέμνειν· εἰ δὲ καὶ ὣς τὶ ὑπολείποιτο τῆς φλεγμονῆς, καταπλάσσειν,

τὰ μὲν πρῶτα ἀλεύρῳ ἐν μελικράτῳ ἑφθῷ, ἢ τῷ λίνου σπέρματι, ἔπειτα δὲ καὶ τῆς χαμαιπίτυος μίσγειν, καὶ τοῦ πολίου, καὶ ἀβροτόνου δὲ μίσγειν, καὶ τῆς βρυωνίας, καὶ τοῦ πηγάνου, καὶ | ἀψινθίου, καὶ κενταυρίου, καὶ ἀρτεμισίας, καὶ τῆς χαμαίδρυος τῶν φύλλων, καὶ τοῦ ἀσάρου, καὶ τῆς σχοίνου τοῦ ἄνθους· καὶ τότε μηκέτι ἐν τῷ μελικράτῳ καταπλάσματα ἕψειν ἀλλὰ ἢ ἐν γλυκεῖ, ἢ οἴνῳ μελιχρῷ· μίσγειν δὲ καὶ τοῦ ἀλεύρου τοῦδε μὲν μέρη τέσσαρα, τῶν δέ τινος εἰρημένων | φαρμάκων μέρη δύο· ἰσχυροτέρῳ δὲ βουλόμενος χρῆσθαι, καὶ πλέον τι, καὶ κηροῦ [ἢ ῥητίνης] ξηρᾶς προσμίσγειν κεκομμένης.

Ἀγαθὸν δὲ καὶ τὸ τοῦ Χρυσίππου κατάπλασμα· ἔστι δὲ τόδε· χαλβάνης, καὶ ῥητίνης τερεβινθίνης, καὶ πολίου, καὶ ὀροβίνου ἀλεύρου ὁλκαὶ ἑκάστου πεντήκοντα, ἴριδος ξηρᾶς ὁλκαὶ τριάκοντα, κηρωτῆς εὐώδους κοτύλη μία, ἀλεύρου πυρίνου χοίνικος ἀπτικῆς τέταρτον·

ταῦτα ἕψων ἐν γλυκεῖ καταπλάσσειν, τοὺς | μὲν νεφριτικοὺς ἐξόπισθεν, τοὺς δὲ κατὰ κύστιν πονοῦντας ἔμπροσθεν.

Εἰ δὲ μὴ καταπλασσομένῳ πραΰνοιτο ἡ ὀδύνη, σικύας προσβάλλειν τῇ τε ἄλλῃ ὀσφύϊ, καὶ ὑπὸ τοὺς κενεῶνας, ἀποσχάζειν τε καὶ ἀφέλκειν τοῦ αἵματος· ἔπειτα σπόγγοις πυριᾷν, καὶ εἰς Θερμὸν ἐγκαθίζειν, συνηψημένων γε τῷ ὕδατι τῆς τε μήκωνος, καὶ τῆς ἀνθεμίδος, καὶ τοῦ καλάμου, καὶ τῆς σχοίνου.

Πρότερον δὲ καὶ κύστιν πληροῦντα ἐλαίου καὶ ὕδατος παρακλίνειν, καὶ τἄλλα λιπαρῶς πυριᾷν.

Ἐπὶ δὲ τούτοις κηρωτὰς καὶ μαλάγματα ἐπιτιθέναι, τὰς μὲν κηρωτὰς διὰ κυπρίνου ἐλαίου, [ἢ] ῥοδίνου καὶ ἰρίνου μύρου, τὰ δὲ μαλάγματα, οἷα τὰ εὐωδέστατα.—

| Ἐν δὲ ταῖς ὀδύναις, πίνειν φάρμακα τοιάδε· μαράθρου σπέρματος ὀβολοὺς δύο, καὶ λιβανωτίδος ὀβολὸν, καὶ σικύου

σπέρματος κόκκους εἴκοσι, καὶ ὀποῦ μήκωνος, ἢ πάνακος τῆς ἡρακλείας τριώβολον | τῆς ῥίζης, καὶ μελιλώτου βραχὺ, κεδρίας τε καὶ κωδύας πεφωγμένης ἡμιώβολον· βέλτιον [δὲ] καὶ στύρακος ἡμιώβολον, καὶ σελίνου ὅσον τοῖς τρισὶ δακτύλοις, καὶ ὀποῦ μήκωνος ὅσον ὄροβον· τούτων ἑκαστα τρίβων ὡς λειότατα, καὶ κεραννύων ἐν γλυκεῖ [ἢ ἐν] ὕδατι, διδόναι πίνειν· αὐτίκα γὰρ ὠφελήσει, εἰ ὀξὺ εἴη, καὶ ὕπνος ἕξει τὸν ἄνθρωπον.

Ὅταν δὲ καιρὸς φανῇ, τότε καὶ τοῖς οὐρητικοῖς καθαίρειν. —

| Τὰ δὲ οὐρητικὰ ἔστω τάδε· ἀκόρου τε ῥίζα καὶ χαμαίπιτυς, καὶ κασία, καὶ μῆον, καὶ κιννάμωμον, καὶ πόλιον, καὶ πετροσέλινον, καὶ ἄγρὼστις· ταῦτα μὲν ἕψειν ἐν ὕδατι, καὶ μετὰ οἴνου ἢ μελικράτου πίνειν.

Ἐσθίειν δὲ τῶν τε Θαλασσίων ἐχίνων, καὶ λαχάνων τοῦ μαράθρου, καὶ τοῦ σελίνου, καὶ τοῦ δαύκου,

καὶ τῆς ῥαφανίδος ὅτι κάλλιστα ἡψημένης, καὶ σικύου ἑφθοῦ, καὶ τὰ ἄγρια πάντα· ἐπὶ οὔρησιν γὰρ καλῶς προτρέπει, μάλιστα δὲ οἱ σταφυλῖνοι, καὶ τὰ κρῆθμα, καὶ οἱ σκάνδικες.

Καὶ οὖρα δεῖ προσδέχεσθαι τοῖς τοιούτοις πολλά τε καὶ παχέα, καὶ ὑποστάσεις καλὰς ἔχοντα· καὶ μάλιστα τοῦτο κρίνει τὴν νόσον· αἱ δὲ ὑδατώδεις καὶ καθαραὶ καὶ διαφανεῖς οὐρήσεις δυσκριτώτεραι.

Τὰς μὲν οὖν φλεγμονὰς ὧδε ἄν τις θεραπεύοι κάλλιστα· ὅσοις δὲ ἔμπυοι οἱ νεφροὶ γίγνονται, ἤδη μέν τι καὶ ἐξογκεῖ περὶ τοὺς κενεῶνας, ἀτὰρ καὶ καῦμα ἰσχυρὸν ἔνεστιν ἐν τοῖς νεφροῖς, καὶ οὐροῦσι πυῤῥὰ καὶ ἄκρατα, καὶ αἱ ὀδύναι οὐκέτι μὲν ὀξεῖαί εἰσιν, ὡς πρόσθεν,

βαρύτεραι δὲ καὶ σφύζουσαι, καὶ οἱ πυρετοὶ οὐ καθεστῶτες, ἀλλὰ πεπλανημένοι γίγνονται καὶ φρικώδεις.

Τούτοις ῥήγνυται τὰ μὲν πολλὰ ἐπὶ κύστιν· καὶ ἐστὶν | αὕτη τῶν ῥήξεων ἡ κρατίστη· ποτὲ μὴν καὶ ἐπὶ ἔντερον ῥήγνυται, ταύτῃ κορυφώσαντος τοῦ ἐμπυήματος καὶ σαπέντος.

| Πραξαγόρας δὲ ἔφη, τινὶ καὶ τὸ οὖρον διὰ τῆς ἕδρας ἰδεῖν ἀποκρινόμενον, καὶ βιῶναι μὲν τοῦτον ἔτη δώδεκα, οὐ μέντοι εἰδέναι, εἰ καὶ μεταξὺ ἐβιῶ· προαπελθεῖν γὰρ, καὶ οὐδὲν ἔτι πυθέσθαι ὕστερον.