De renum et vesicae affectionibus

Rufus of Ephesus

Rufus of Ephesus. Oeuvres de Rufus d'Éphèse. Daremburg, Charles and Ruelle, Émile, editors. Paris: Imprimerie Nationale, 1879.

Ὅσα περὶ τοὺς νεφροὺς καὶ τὴν κύστιν νοσήματα γίγνεται, κατὰ ἕκαστον γράψω, καὶ ὡς γιγνώσκειν ἀυτὰ χρὴ, καὶ ὡς θεραπεύειν.

Τὸ | μὲν δὴ σύμπαν ἐν νεφροῖς οὐ πάνυ ὀξεῖαι νόσοι γίγνονται· Θανατώδεις γε μὴν οὐχ ἧσσον ἢ ἑτέρωθι· καὶ γὰρ ἕλκη καὶ ἐμπυήματα αὐτοῦ συστάντα πολλοὺς ἐν τῷ χρόνῳ ἀπέκτειναν· ἐπεὶ καὶ φλεγμήναντες οἱ νεφροὶ ὀδυνῶσι μέν τι καὶ μειζόνως, οὐ μὴν οὐδὲ αὐτὴ ἡ νόσος συνταχύνει· αἱ δὲ κατὰ κύστιν φλεγμοναὶ ὀξύτερον·

καὶ γὰρ οὖρον ἀποληφθῆναι τούτοις ἑτοιμότερον, καὶ πυρέξαι, καὶ παραφρονῆσαι, καὶ ἐμέσαι πολλά τε καὶ ἄκρατα.

Ὀξύτεραι δὲ καὶ αἱ ἄλλαι κατὰ κύστιν νόσοι· καὶ γὰρ ἐπικαιρότερον τὸ χωρίον, καὶ εὐθὺς ἀπὸ παίδων νοσεῖν εἰθισμένον, ἐν ᾧ δὴ μάλιστα αἱ ὀξεῖαι νόσοι γίγνονται· τὸ δὲ κατὰ νεφροὺς γέρουσι μᾶλλον ἢ νέοις συμβαίνει· διὰ τόδε καὶ μαλακώτερον ἐκείνων ἐστίν.

Πάντα δὲ, καὶ τὰ τῶν νεφρῶν, καὶ τὰ τῆς | κύστεως οὐκ εὐμεταχείριστα, καὶ μάλιστα ὅσα ἕλκη ἐν αὐτοῖς γίγνεται· ἐπιῤῥέον γὰρ συνεχῶς τὸ οὖρον δάκνει τε ἅμα, καὶ εἰς ὠτειλὰς ἰέναι κωλύει· ὡς δὴ τοιαῦτα ὄντα προαγορεύειν χρὴ καὶ ἰᾶσθαι.

Καὶ δὴ ἔνθεν σημεῖα νεφρῶν φλεγμονῆς· ὀδύνη ἔχει ὑπὸ τοὺς κενεῶνας,

καὶ οὔτε ὀρθοῦσθαι δύνανται, οὔτε βαδίζειν· καὶ ἤν τε πταρμὸς, ἤν τε ἄλλος τις σεισμὸς συμπέσῃ, ἀ|νοιμώζουσι, καὶ ἐπὶ γαστέρα μὲν κλινόμενοι οὐκ ἀνέχονται, ὕπτιοι δὲ ἀνέχονται μένειν·

κεῖνται γὰρ πρὸς τοῖς κενεῶσιν οἱ νεφροί. Παντὶ δὲ τῷ οὕτως ἀλγοῦντι εὐφορώτερον κειμένῳ ἀτρεμίζειν.

Περὶ μὲν τὰς κλίσεις τοιαῦτα πάσχουσιν· τὰ δὲ ἄλλα διήκουσιν οἱ πόνοι, ἄνω μὲν, μέχρι | ἥπατος· κατὰ γὰρ μεγάλην φλέβα κοινωνοῦσιν αὐτῷ, καὶ μᾶλλον εἰ ὁ δεξιὸς φλεγμαίνοι· καὶ γάρ τοι καὶ ἐγγυτέρω οὗτός ἐστι τοῦ ἥπατος, καὶ ψαύει τοῦ λοβοῦ· ὁ δὲ ἀριστερὸς προσωτέρω καὶ κάτω· ἄλλοι δὲ πόνοι μέχρι κύστεως καὶ αἰδοίου κατέρχονται, καὶ οὔ τοι συνεχεῖς, ἀλλὰ διεσπασμένοι μάλιστα εἰς ὀσφύν τε καὶ ἰσχία καὶ ἦτρον ἐνσείουσιν.

Ψύχεται δὲ αὐτοῖς τὰ ἄκρα, μᾶλλον δὲ κνῆμαι καὶ πόδες, καὶ οὐροῦσι συνεχῶς καὶ ἐπιπόνως, καὶ κατὰ ἀρχὰς

μὲν λεπτὰ καὶ ὑδατώδη· προϊούσης δὲ τῆς φλεγμονῆς, ἐρυθρότερα.

Ὅταν δέ γε εἰς τόδε ἀφίκωνται, λεπτύνονται μὲν ἰσχία καὶ γλουτοὶ, ἀκρατέστερα δὲ τὰ σκέλη γίγνεται· τοῖς δὲ καὶ ἐξεπύησαν οἱ νεφροί· καὶ τά γε πολλὰ τούτων οὕτω τελευτᾷ· ἀλλὰ περὶ μὲν τῶν ἐμπυημάτων αὐτίκα εἰρήσεται.—