Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἆῤ οὖν ὁ θεός, ἀθάνατον μὲν γάρ, ἐμπαθὲς δέ; οὐδαμῶς, ἀλλὰ ἀθάνατον μέν, ἀπαθὲς δέ·

τί δὲ ἄνθρωπος; θνητὸν μέν, ἀπαθὲς δέ; οὐδὲ τοῦτο· ἀλλὰ θνητὸν μέν, οὐ μὴν ἀπαθές.

Ποῦ τοίνυν ἡμῖν οἰχήσεται τὸ ἀθάνατον ὁμοῦ καὶ ἐμπαθές; δεῖ γὰρ συστῆναι ἐξ ἀμφοῖν οὐσίαν κοινήν, κρείττονα μὲν ἀνθρώπου, θεοῦ δὲ ἐλάττονα, εἰ μέλλει ἔσεσθαι τῶν ἄκρων πρὸς ἄλληλα ἀναλογία·

δύο γὰρ πραγμάτων κεχωρισμένων τῇ φύσει, χωρισθήσεται καὶ ἡ ἐπιμιξία παντάπασιν, | ἐὰν μή τις [*](50a) κοινὸς ὅρος ἀμφότερα ὑποδέξηται.

Οἷον τὸ τοιόνδε λέγω· καλοῦμέν τι πῦρ ξηρόν τε ‖ καὶ θερμόν· ἐναντίον δὲ θερμῷ μὲν 〈ψυχρόν, ξηρῷ δὲ ὑγρόν· ἀλλὰ μὴν καὶ ὕδωρ καλοῦμεν〉 ψυχρὸν καὶ ὑγρόν· ἀδύνατον δὴ μεταβάλλειν πῦρ εἰς ὕδωρ, καὶ ὕδωρ εἰς πῦρ· οὔτε γὰρ ψυχρὸν εἰς θερμότητα, οὔτε ὑγρὸν εἰς ξηρότητα μεταβάλοι ἄν.

Οὕτω δὴ τὸν τούτων πόλεμον μετεχειρίσατο ἡ φύσις· ἔδωκεν αὐτοῖς ὥσπερ ἐκεχειροφόρον τὸν ἀέρα, ὃς λαβὼν παρὰ μὲν [*](12 οἶον sq. eodem exemplo utitur simil. or. 20 4 c cf. Simpl. in Epict. man. 83 τὸ ὕδωρ εἰς ἀέρα μεταβάλλει καὶ ὁ ἀὴρ εἰς πῦρ Plat. ap. Stob. ecl. I 152 Zeno ap Stob. ecl. l 153 Arist Eth. Nic. 1159 b. 21 Diog. Laert VII 142 (de Ζenone) ὅταν ἐκ πυρὸς ἡ οὐσία τραπῇ δἰ ἀέρος εἰς ὑγρότητα sq. sim. Plut. de fort. Rom. lI (Platonis) Diels doz. 315 469 616 Plut def. orac 415b Apul. dogm. Plat l 7 Albin. 12 Diog. Laert. III 70 al.) [*](19 ἐκεχειροφόρον in mge repet. (schol. vet. α) R!) [*](2 γάρ R! (exstinctum fere tamquam aqua superfusa postea deletum) om. Ϛ(δ Δ) ‖ 8 ἀναλογωτέρα MN ‖ 12 τι] τοι B ‖ 13 θερ- μὸν 〈 ὄν〉 Reiske | 〈ψυχρόν — 14 καλοῦμεν〉 add. Hob. ‖ 15 καὶ ὑγρόν R ξηρῷ δὲ ὑγρόν cett. (δ Δ) | δὴ] δὲ BKM (Δ°) ‖ 17 ὑγρὸν) ξηρὸν MN φα(δ) | ξηρότητα] ὑγρότητα MN φα(δ) |μεταβάλλοι Nα(δ Δ) ‖ 18 〈καὶ〉 ἔδωκεν BMNK α(δ ) ‖ 19 ἐκεχειριαφόρον Reiske)

103
τοῦ πυρὸς τὴν θερμότητα, παρὰ δὲ τοῦ ὕδατος τὴν ὑγρότητα, συνεκέρασεν αὐτῶν καὶ συνῆψεν τὰς ὁμιλίας, καὶ γίνεται μεταβολὴ καὶ πρόσβασίς ποτε μὲν τοῦ πυρὸς εἰς ἀέρα, κατὰ θερμότητα· ἀπὸ δὲ τοῦ ἀέρος εἰς ὕδωρ, κατὰ ὑγρότητα.

Πάλιν αὖ ἀὴρ θερμόν τε καὶ ὑγρόν, γῆ δὲ ψυχρόν τε καὶ ξηρόν· ἐναντίον δὲ ξηρότης μὲν ὑγρότητι, ψυχρότης δὲ θερμότητι· οὐκ ἄν οὖν μετέβαλέν ποτε ἀὴρ εἰς γῆν, ὅτι μὴ τῆς φύσεως καὶ τούτοις δούσης τὴν τοῦ ὕδατος οὐσίαν, διαιτῶσάν τε αὐτὰ καὶ ξυνάγουσαν, παρὰ μὲν ἀέρος λαβοῦσαν τὴν ὑγρότητα, παρὰ δὲ γῆς τὴν ψυχρότητα.