Dialexeis
Maximus of Tyre
Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.
Ὦ Ζεῦ, καὶ Ἀθηνᾶ, καὶ Ἄπολλον, ἐθῶν ἀνθρωπίνων ἐπίσκοποι, φιλοσόφων ὑμῖν μαθητῶν δεῖ, οἳ τὴν ὑμετέραν τέχνην ἐρρωμέναις ψυχαῖς ὑποδεξάμενοι ἄμητον βίου καλὸν καὶ εὐδαίμονα ἐκκαρπώσονται·
ἀλλὰ ἐστὶν σπάνιον μὲν τὸ τῆς γεωοργίας ταύτης χρῆμα, μόλις δὲ καὶ ὀψὲ παραγινόμενον. Δεῖ γε μὴν τοῦ σπανίου τούτου καὶ ὀλίγου ἐναύσματος τῷ βίῳ ἄλλοτε ἐν ἄλλοις σώμασιν φανταζομένου, ὡς ἐν | νυκτὶ πολλῇ [*](38b) δεῖ φωτὸς ὀλίγου· τὸ γὰρ καλὸν ἐν ἀνθρωπίνῃ φύσει οὐ πολύ, φιλεῖ γε μὴν πρὸς τοῦ ὀλίγου τούτου σώζεσθαι τὰ πάντα.
Ἂν δʼ ἐξέλῃς τοῦ βίου φιλοσοφίαν, ἐξεῖλες αὐτοῦ τὸ ζώπυρον, τὸ ἔμπνουν, τὸ ζωτικόν, τὸ μόνον εὔχεσθαι ἐπιστάμενον· ὡς ψυχὴν σώματος ἐὰν ἀφέλῃς, ἔπηξας τὸ σῶμα· ὡς καρποὺς γῆς ἐὰν ἀφέλῃς, τὴν γῆν ἐξέτεμες· ὡς ἥλιον ἡμέρας, τὴν ἡμέραν ἔσβεσας.
[*](14 ἂν δʼ ἐξέλῃς sq. rhetorica suppositio ut or. 9. 1e; 15. 5c aliaque eiusdem generis permnulta.)[*](10 ἐναύσματος] in mge ἀρχῆς· ἐμπυρεύματος· ὑπεκκαύματος (vet schol. b) R)[*](1 (2. 3) περὶ MN (quater) || 4 ἠθῶν Markl. || 6 τέχνην] σπορὰν vel γεωργίαν Markl. || 7 βίον α(δ) quod def. Markl. || 9 παραγι- νόμενον 〈ἄλλοτε ἐν ἄλλοις σώμασι φανταζόμενον·〉 δεῖ φα(δ) || 10 ἄλλοτε — 11 φανταζομένου om. φα(δ) || 11 φανταζόμενον MN || 13 πρὸ τοῦ ὀλίγου MN || 15 ἐξεῖλες (ες in ras.) R! | ἔμπνουν (μ in ras.) R! || 17 ἔπηξας — ἀφέλῃς om. MNφα(δ) unde (pro τὴν γῆν) τὴν ζωὴν Steph. τὸ ζῇν Grotius || 18 ἐξέ- ταμες α(θ) | ἡμέρας] ἀέρος Ganterus | τὴν ἡμέραν om. B)