Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἀλλὰ σὺ μὲν ἡγεῖ τὴν τοῦ φιλοσόφου εὐχὴν αἴτησιν εἶναι [*](CH) τῶν οὐ παρόντων, ἐγὼ δὲ ὁμιλίαν καὶ διάλεκτον πρὸς τοὺς θεοὺς περὶ τῶν παρόντων καὶ ἐπίδειξιν τῆς ἀρετῆς·

ἢ, οἴει, τοῦτο εὔχετο ὁ Σωκράτης, ὅπως αὐτῷ χρήματα γένηται, ἢ ὅπως ἄρξει Ἀθηναίων; πολλοῦ γε καὶ δεῖ. Ἀλλʼ εὔχετο μὲν τοῖς θεοῖς, ἐλάμβανεν δὲ παῤ ἑαυτοῦ, συνεπινευόντων ἐκείνων, ἀρετὴν ψυχῆς, καὶ ἡσυχίαν βίου, καὶ ζωὴν ἄμεμπτον, καὶ εὔελπιν θάνατον, τὰ θαυμαστὰ δῶρα, τὰ θεοῖς δοτά.

Ἐὰν δέ [*](7 Σωκράτης scil. Platonicus ille cf. Plat. republ. I 327 || 12 ὁμι- λίαν sq. cf. Senec. ep. 41. 1 nat. quaest. lI 35. 1 Marc. Ant. lX || 40 15 χρήματα sq. cf. Luc. lup. conf. 1 (626) || 19 ἐὰν δέ τις sq. rhetorica ὑπόθεσις ut or. 40. 6a μετάθες sq. al.) [*](15. 16 πολλοῦ γε καὶ δεῖ] in mge οὐδὲ ὅλως (vet. schol. b) R!) [*](4 λέγει· εἰ ἀγαθὰ ἐπὶ ἀγαθῷ MNφα(θ) λέγει, ἐπεὶ ἀγαθὰ Dav.2 || 5 ἄξιος, ὧν Reiske | ἔχοντί] εὐχοῦντί M αὐχοῦντί Nφα(δ) αἰτοῦντί Heins. || 7 Πειρεᾶ RN || 8 ἄλους (corr. pr. man.) R! | ἄλλους ÷÷÷ προετρέπετο R! || 9 Σωκράτους M (-του) Nφα(δ) || 10 εὐπροσήγορος Steph. || 11 in mge CH(MEIWCI) (vet. schol. u) R! || 15 γένοιτο MNα(θ) | ἄρξει RM ἄρξῃ cett. (θ) || 19 τὰ θεοῖς δοτά] τὰ θεόσδοτα Dav.2 τοῖς θεοῖς δοτά MNα(δ) ἀθεοσδοτά Combes)

64
τις παρὰ μὲν τῆς γῆς εὔπλοιαν αἰτῇ, παρὰ δὲ τῆς θαλάττης εὐκαρπίαν, καὶ παρὰ μὲν ὑφάντου ἄροτρον, παρὰ δὲ τέκτονος χλανίδα, ἄπεισιν ἀτελὴς καὶ ἄδωρος καὶ ἄτευκτος.