Dialexeis
Maximus of Tyre
Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.
Καὶ περιστήσαντος αὐτῷ τοῦ δαιμονίου ἀνταγωνιστὰς πολλούς, τῶν μὲν [*](134 b)βαρβάρων τὸ Γρω |ϊκόν, τοῦ δὲ Ἑλληνικοῦ τοὺς ἀρίστους Παλαμήδη καὶ Αἴαντα, τῶν δὲ οἴκοι τοὺς ἰσχυροτάτους καὶ ἀκολαστοτάτους, Κυκλώπων τὸν ἀγριώτατον, Θρᾳκῶν τοὺς ἀξενωτάτους, φαρμακίδων τὴν δεινοτάτην, θηρίων τὴν πολυκεφαλωτάτην, θάλατταν πολλήν, χειμῶνα χαλεπόν, συνεχῆ ναυάγια· προσαναγκάσας ἀλᾶσθαι καὶ πτωχεύειν, ῥάκη ἀμπισχόμενον, καὶ μετὰ ταῦτα αἰτοῦντα ἀκόλους, παλαίοντα, λακτιζόμενον, παροινούμενον·
ὧν ἕκαστον αὐτῷ διὰ φιλίαν θεὸς προὔβαλλεν, οὐχ ὁ Ποσειδῶν, ὀργιζόμενος, [*]((λ 103))
Ἦ γὰρ οὐχ οὗτός ἐστιν ὁ καὶ τὸν Ἡρακλέα τὸν αὑτοῦ παῖδα μὴ ἐάσας ἀργὸν καὶ τρυφῶντα, ἀλλὰ ἐξελκύσας τῶν ἡδονῶν; καὶ εἰς μὲν ἐκείνας τὸν Εὐρυσθέα ἐμβαλών, τῷ δὲ Ἡρακλεῖ ἐπιστήσας κάπρους καὶ λέοντας, καὶ δυνάστας, καὶ τυράννους, καὶ λῃστάς, καὶ ὁδοὺς μακράς,
καὶ γῆν ἔρημον, καὶ ποταμοὺς ἀπόρους; ἢ νύκτα μὲν ἡδύνατο ποιῆσαι ὁ Ζεὺς τριπλῆν ἐκ μιᾶς, ὃν δὲ ἐν τῇ νυκτὶ ταύτῃ ἐποιήσατο, τῶν δὲ τοῦ βίου πόνων οὐκ ἠδύνατο ἐξελέσθαι; Ἀλλ᾿ οὐκ ἤθελεν· οὐ γὰρ θέμις Διὶ βούλεσθαι ἄλλό τι ἢ τὸ κάλλιστον. Οὕτως ἦν καὶ ὁ Ἡρακλῆς ἀγαθός, καὶ Διόνυσος, καὶ ὁ Ὀδυσσεύς.
Καὶ ἵνα μὴ πόρρω σε ἀπάγω τῶν ἐν ποσίν, τὸν Σωκράτην αὐτὸν οἴει γενέσθαι τέχνῃ ἀγαθῇ, ἀλλ᾿ οὐ θείᾳ μοίρᾳ;