Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ὁ μὲν γὰρ ἐπὶ τὰ αἰσχρὰ ὄλισθος αὐτοφυοῦς ἀσθενείας ἔργον, ἣ καὶ τὰς ἐπιεικεῖς ψυχὰς κολακεύουσα διὰ ἡδονῶν καὶ ἐπιθυμημάτων εἰς τὰς αὐτὰς ὁδοὺς ταῖς μοχθηρίαις συγκαθέλκει.

Ἀκούσῃ γοῦν τοῦ Διὸς αὐτοῦ λέγοντος, [*]((α 32/4))

  • ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται·
  • ἐξ ἡμέων γὰρ φασὶ κακʼ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ
  • σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχουσιν.
  • Περὶ δὲ τῶν ἀγαθῶν ἀνθρώπων οὐκ ἀκούσῃ τοιοῦτον οὐδὲν λέγοντος, οὐδὲ ἀπωθουμένου τὴν αἰτίαν, οὐδὲ ἀποτιθεμένου τὴν φροντίδα, ἀλλʼ αὐτὸ τοὐναντίον· [*]((Κ 243/5))

  • πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
  • οὗ περὶ μὲν πρόφρων κραδίη, καὶ θυμὸς
  • ἀγήνωρ
  • ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Πάλλας Ἀθήνη;

    Τίς οὖν οὐκ ἂν εἴποι τὸν Ὀδυσέα ἀγαθὸν εἶναι θείᾳ μοίρᾳ, οὗ μέμνηται μὲν ὁ Ζεύς, κήδεται δὲ ἡ Ἀθηνᾶ. [*](2 αὐτοφυοῦς ἀσθενείας vi. or 8. 7 et quae ibi adnotavi 3 κολακεύουσα διὰ ἡδονῶν vi. or 20. 6 h 37. 7 c cf. Plat. Tim. 69 c (δέλεαρ κακῶν) republ. VII 522 Apul. dogm.Plat. lI 11 Plut. ap Stob. flor. 6. 45 lulian. lI 91 c Euseb ap Stob. ecl. II 178 Cicer. leg. l 11. 31 vi. etiam or. 29. 2 b εὐπροσώπων κακῶν or. 36. 4 h; 20. 6 h || 8 ἐξ ἡμέων sq. vi. or 41 4 a) [*](4 τὰς αὐτῆς Dav | τῆς μοχθηρίας Heins τὰς μοχθηρὰς Da ταῖς μοχθηραῖς Markl. (Duebn.) || 7 βροτοὶ (βρο in ras.) R! 9 σφῖσιν R (pr man.) N || 11 ἀπωθουμένου (ω in ras. ex o) R! || 12 ἀνατιθεμένου MN φ α(δ) | τὴν (ante φροντίδα) om. M αὐτὴν φ α (δ) || 13—16 πῶς sq. non lovis sunt apud Homerum, sed Diomedis verba; sed cf. etiam α 65 ubi πῶς — λαθοίμην lovis ex ore proveniunt | Ὀδυσσῆος N (Duk.) || 14 πέρι α (δΔ) cum Homero | πρόφων (suprascr. ρ) R! | κραδίη om MN || 17 οὖν om. M α(δ))

    447
    ἡγεῖται δὲ ὁ Ἑρμῆς, ἔραται δὲ Καλυψώ, σώζει δὲ ἡ Λευκοθέα;

    Εἰ δὲ ἀγαθὸς ἦν, ὥσπερ ἦν, διότι [*]((α 3))

  • πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω
  • καὶ [*]((α 4))
  • πολλὰ δʼ ὅγʼ ἐν πόντῳ πάθεν ἄλγεα ὅν κατὰ θυμόν,
  • πῶς οὐ θείᾳ μοίρᾳ αὐτῷ συνηνέχθη τὰ γυμνάσια, [*](Ed. Duebn. p.152) ἀφʼ ὧν ἀγαθὸς καὶ ἦν καὶ ἔδοξεν;