Dialexeis
Maximus of Tyre
Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.
τὸν δὲ τούτων πρεσβύτερον χρησμὸν οὐ λέγει, ὅπως πόλεμος μὴ γένηται, πῶς τείχους μὴ δεηθῶ, πῶς λοιμὸν μὴ φοβηθῶ.
Ἀλλʼ ὁ μὲν Ἀπόλλων ταῦτα ἐκ Δελφῶν οὐ λέγει, οὐδὲ ὁ Ζεὺς ἐκ Δωδώνης λέγει, οὐδὲ ἐξ ἄλλης γῆς ἄλλος θεός· φιλοσοφία δὲ λέγει. Ὢ χρησμοῦ καλοῦ, καὶ μαντικῆς πολυωφελεστάτης·
πείσομαι τῇ χρησμῳδίᾳ, ἐὰν ὡμολογημένην ταύτην ἴδω. Ἀστασίαστόν μοι χρησμὸν λέγε· τοιαύτης δέομαι μαντικῆς, ᾗ πεισθεὶς βιώσομαι ἀσφαλῶς.
Ποῖ πέμπεις τὸ τῶν ἀνθρώπων γένος; τίνας ὁδούς; ἐπὶ ποῖον τέλος; ἓν τοῦτο ἔστω, κοινὸν ἔστω.