Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Διὰ τοῦτο ξεναγοί, διὰ τοῦτο μισθοφόροι, [*]((I 593/4)) ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τὲ γυναῖκας. Καὶ ἄλλων μυρίων κακῶν ἀνέχονται οἱ ἄνθρωποι διʼ οὐδὲν ἄλλο, ἢ διʼ ἐλπίδα ἀγαθοῦ καὶ ἄγνοιαν.

Ἐνέφυσεν γάρ τι ὁ θεὸς ζώπυρον τῷ τῶν ἀνθρώπων γένει τῆς προσδοκίας τοῦ ἀγαθοῦ, ἀπέκρυψεν δὲ αὐτοῦ τὴν εὕρεσιν· [*]((κ 304)) ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος·

οὐ γὰρ ἐξαπατήσει με Ὅμηρος τῷ ὀνόματι. Ὁρῶ τὸ μῶλυ, καὶ συνίημι τοῦ αἰνίγματος, καὶ σαφῶς οἶδα, ὡς χα|λεπὸν εὑρεῖν τὸ χρῆμα τοῦτο [*](122b) [*]((κ 306)) ἀνδράσι γε θνητοῖσι· θεοὶ δέ τε πάντα ἴσασιν.

[*](3 τοῦτο τὸ πάθος sq. vi. simil. or. 35. 7 b et 3 c || 14 καὶ ἄλλων sq. vi. or. 1. 5 f || 15 16 ἐνέφυσεν sq. vi. or. 1. 5 e || 20.21 τὸ μῶλυ scil. virtutem vi. or. 26. 9 h || 22 χαλεπὸν εὑρεῖν ut or. 1. 8 a al.)[*](15. 16 ἐνέφυσεν — 18 εὕρεσιν n | ἐνέφυσεν — 19 ἄνθος p)[*](20 in mge ὅμηρος (schol. recentis.) R!)[*](2 ῥήματα] εὑρήματα Markl. Wilamovitz ῥίμματα Meiser || 6 ναῦς φα(δ Δ) || 7 συντάττει] συνάπτει Markl. (Duebn.) || 14 καὶ 〈τῶν〉 ἄλλων α(δ Δ⁰) || 23 ἴσασιν] δύνανται Homerus)
347

Νῦν δὲ τοῖς ἀνθρώποις περὶ μὲν ἀτόπου λέβητος ὁ Ἀπόλλων λέγει ἑψομένου ἐν Λυδοῖς, καὶ τὸ ξύλινον τεῖχος λέγει, καὶ τὸ στένυγρον ἰσθμόν, καὶ σεισμὸν μέλλοντα, καὶ ἐπιόντα πόλεμον, καὶ κατιόντα λοιμόν·