Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἀλλʼ ὁ μὲν Ὀδυσσεὺς προσχὼν τῇ ξένῃ, εἰς περιω|πην [*](58b) ἀνελθών, ἐσκέπτετο τέχνῃ τῶν ἐχόντων, (ζ 120) ἦ ῥʼ οἵγʼ ὑβρισταί τε καὶ ἄγριοι, οὐδὲ δίκαιοι, ἠὲ φιλόξενοι, καί σφιν νόος ἐστὶ θεουδής· ἡμεῖς δὲ ἆρα οὐ τολμήσομεν ἀναβιβασάμενοι τὸν λογισμὸν εἴς τινα περιωπὴν ἄνω τῆς ψυχῆς περισκέψασθαι τὰ τοῦ θεοῦ ἴχνη, τίνα χώραν ἔχει, τίνα φύσιν·

ἀαπήσομεν δὲ ἀμυδρῶς ἰδόντες; εἴθε μοι μαντεῖον ἦν ἓν Διός, ἢ Ἀπόλλωνος, οὐ λοξὰ χρησμῳδοῦν οὐδὲ ἀμφίβολα· ἠρόμην ἂν τὸν θεόν, οὐ τὸν Κροίσου λέβητα, τοῦ βασιλέων ἀνοητοτάτου καὶ μαγείρων δυστυχεστάτου, ἀλλʼ οὐδὲ θαλάττης μέτρα, οὐδὲ ἀριθμὸν ψάμμου·

έλησα δʼ ἂν καὶ τῶν σεμνῶν τούτων ἐρωτημάτων· [*](2 ἀσαφεῖς ὁδοὺς καὶ πεπλανημένας scil. rectae viae παρα- τριβὰς vi. or. 39. 3 m et quae ibi adnotavi || 9 ἀναβιβασάμενοι sq. vi. infra § VIII h || 14 τὸν Κροίσου λέβητα vi. or. 13. 3 b ═ or. 29. 7 a cf. Lucian. lup. conf. 14 (637) ex Herodot. l 47 || 16 θαλάτ- της μέτρα, ἀριθμὸν ψάμμου vi. or. 3. 1 b; 13. 3 b cf Herodot. l 47 οἶδα δʼ ἐγὼ ψάμμου τʼ ἀριθμὸν καὶ μέτρα θαλάσσης sq.) [*](9 ἡμεῖς — 16 ψάμμου p) [*](2 αὐτοὶ δὲ Steph. (δ Δ) || 3 ἢ ἔπιμεν (in archetypo ηδ et ita R (δ lineol. del.) unde τίδ B)] ἢ εἴπωμεν ϛ(δ Δ⁰) ἢ ἀπείπωμεν Reiske ἀπείπωμεν (del. ἢ) Duebn. ἢ μέτιμεν Schenkl |〈οὐδʼ〉 ἐκ Reiske | λοξοῦ τὰ φα(δΔ⁰) λοξοῦ οὐδὲ Duebn || 6 τῶν ἐχόντων τέχνῃ MNOPSφ et (nisi quod τὰ ἴχνη) α(δ Δ) || 8 νος (suprascr. ο) R! || 9 ἄρα Oα(δ) || 10 τῇ ψυχῇ Markl. (Duk.) || 12 εἰδόντες ἐσιδόντες B | εἰ δέ μοι p || 13 ἓν Διός Hob. ἐν Διός codd. ἐκ Διός Heins. (Lariotiana) Dav.1 et ita Schenkl || 15 ἀνοητότου (mutat. in ἀνοητάτου cui το suprascr. man. antiqua) R! ἀνοη- τάτου etiam N)

135
‘ἐπίασιν Μῆδοι, πῶς φυλάξομαι’; κἂν ὁ θεὸς || μὴ [*](Ed. Duebn. p.67) συμβουλεύῃ, τὰς τριήρεις ἔχω· ‘ἐπιθυμῶ Σικελίας, πῶς λάβω’; κἂν γὰρ ὁ θεὸς μὴ κωλύῃ, ἡ Σικελία πολλή

ἐμοὶ δὲ σαφῶς ὁ Ἀπόλλων ἐκ Δελφῶν περὶ τοῦ Διὸς ἀποκρινάσθω, ἢ ὁ Ζεὺς αὐτός· ὑπὲρ αὐτοῦ τίς; ἐξ Ἀκαδημίας ὑποφήτης τοῦ θεοῦ, ἀνὴρ Ἀττικός, μαντικός· ἀποκρίνεται δὲ ὧδε

Τῇ τοῦ ἀνθρώπου ψυχῇ δύο ὀργάνων ὄντων πρὸς σύνεσιν, τοῦ μὲν ἁπλοῦ, ὃν καλοῦμεν νοῦν, τοῦ δὲ ποικίλου καὶ πολυμεροῦς καὶ πολυτρόπου, ἃς αἰσθήσεις καλοῦμεν, συνῆπται μὲν αὐτῶν ἡ ἐργασία, κεχώρισται δὲ ἡ οὐσία·