On the Sublime

Longinus

Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.

ὁμοίως καὶ ὁ Θεόπομπος ὑπερφυῶς σκευάσας τὴν τοῦ Πέρσου κατάβασιν ἐπ’ Αἴγυπτον ὀνοματίοις τισὶ τὰ ὅλα διέβαλεν.

ποία γὰρ πόλις ἢ ποῖον ἔθνος τῶν κατὰ τὴν Ἀσίαν οὐκ ἐπρεσβεύετο πρὸς βασιλέα; τί δὲ τῶν ἐκ τῆς γῆς γεννωμένων ἢ τῶν κατὰ τέχνην ἐπιτελουμένων καλῶν ἢ τιμίων οὐκ ἐκομίσθη δῶρον ὡς αὐτόν; οὐ πολλαὶ μὲν καὶ πολυτελεῖς στρωμναὶ καὶ χλανίδες τὰ μὲν ἁλουργῆ, τὰ δὲ ποικιλτά, τὰ δὲ λευκά, πολλαὶ δὲ σκηναὶ χρυσαῖ κατεσκευασμέναι πᾶσι τοῖς χρησίμοις, πολλαὶ δὲ καὶ ξυστίδες καὶ κλῖναι πολυτελεῖς; ἔτι δὲ καὶ κοῖλος ἄργυρος καὶ χρυσὸς ἀπειργασμένος καὶ ἐκπώματα καὶ κρατῆρες, ὧν τοὺς μὲν λιθοκολλήτους, τοὺς δ’ ἄλλους ἀκριβῶς καὶ πολυτελῶς εἶδες ἂν ἐκπεπονημένους. πρὸς δὲ τούτοις ἀναρίθμητοι μὲν ὅπλων μυριάδες τῶν μὲν Ἑλληνικῶν, τῶν δὲ βαρβαρικῶν, ὑπερβάλλοντα δὲ τὸ πλῆθος ὑποζύγια καὶ πρὸς κατακοπὴν ἱερεῖα σιτευτά· καὶ πολλοὶ μὲν ἀρτυμάτων μέδιμνοι, πολλοὶ δ’ οἱ θύλακοι καὶ σάκκοι καὶ χάρται βυβλίων καὶ τῶν ἄλλων ἁπάντων χρησίμων·
orgpage.205v
152
τοσαῦτα δὲ κρέα τεταριχευμένα παντοδαπῶν ἱερείων, ὡς σωροὺς αὐτῶν γενέσθαι τηλικούτους, ὥστε τοὺς προσιόντας πόρρωθεν ὑπολαμβάνειν ὄχθους εἶναι καὶ λόφους ἀντωθουμένους.