On the Sublime
Longinus
Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
ὧδέ που καὶ ὁ Ἡρόδοτος·
ἀπὸ δὲ Ἐλεφαντίνης πόλεως ἄνω πλεύσεαι, καὶὁρᾷς, ὦ ἑταῖρε, ὡς παραλαβών σου τὴν ψυχὴν διὰ τῶν τόπων ἄγει τὴν ἀκοὴν ὄψιν ποιῶν; πάντα δὲ τὰ τοιαῦτα πρὸς αὐτὰ ἀπερειδόμενα τὰ πρόσωπα ἐπ̓ αὐτῶν ἵστησι τὸν ἀκροατὴν τῶν ἐνεργουμένων.orgpage.195rἔπειτα ἀφίξῃ ἐς πεδίον λεῖον· διεξελθὼν δὲ τοῦτο τὸ χωρίον αὖθις εἰς ἕτερον πλοῖον ἐμβὰς πλεύσεαι δὔ ἡμέρας, ἔπειτα ἥξεις ἐς πόλιν μεγάλην, ᾗ ὄνομα Μερόη.
καὶ ὅταν ὡς οὐ πρὸς ἅπαντας, ἀλλ’ ὡς πρὸς μόνον τινὰ λαλῇς,
ἐμπαθέστερόν τε αὐτὸν ἅμα καὶ προσεκτικώτερον καὶ ἀγῶνος ἔμπλεων ἀποτελέσεις, ταῖς εἰς ἑαυτὸν προσφωνήσεσιν ἐξεγειρόμενον.
- Τυδείδην δ’ οὐκ ἂν γνοίης, ποτέροισι μετείη,
112
Ἔτι γε μὴν ἔσθ’ ὅτε περὶ προσώπου διηγούμενος ὁ συγγραφεὺς ἐξαίφνης παρενεχθεὶς εἰς τὸ αὐτὸ πρόσωπον ἀντιμεθίσταται, καὶ ἔστι τὸ τοιοῦτον εἶδος ἐκβολή τις πάθους.
οὐκοῦν τὴν μὲν διήγησιν ἅτε πρέπουσαν ὁ ποιητὴς προσῆψεν ἑαυτῷ, τὴν δ’ ἀπότομον ἀπειλὴν τῷ θυμῷ τοῦ ἡγεμόνος ἐξαπίνης οὐδὲν προδηλώσας περιέθηκεν· ἐψύχετο γάρ, εἰ παρενετίθει· ἔλεγε δὲ τοῖά τινα καὶ τοῖα ὁ Ἕκτωρ· νυνὶ δ’ ἔφθακεν ἄφνω τὸν μεταβαίνοντα ἡ τοῦ λόγου μετάβασις.
- Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας,
- νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δ’ ἔναρα βροτόεντα.
- ὃν δ’ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἐθέλοντα νοήσω,
- αὐτοῦ οἱ θάνατον μητίσομαι.
διὸ καὶ ἡ πρόχρησις τοῦ σχήματος τότε, ἡνίκα ὀξὺς ὁ καιρὸς ὢν διαμέλλειν τῷ γράφοντι μὴ διδῷ, ἀλλ’ εὐθὺς
orgpage.195v
ἐπαναγκάζῃ μεταβαίνειν ἐκ προσώπων εἰς πρόσωπα, ὡς καὶ παρὰ τῷ Ἑκαταίῳ· Κῆϋξ δὲ ταῦτα δεινὰ ποιούμενος αὐτίκα ἐκέλευε τοὺς Ἡρακλείδας ἐπιγόνους ἐκχωρεῖν· οὐ γὰρ ὑμῖν δυνατός εἰμι ἀρήγειν. ὡς μὴ ὦν αὐτοί τε ἀπόλησθε κἀμὲ τρώσητε, ἐς ἄλλον τινὰ δῆμον ἀποίχεσθαι.