On the Sublime

Longinus

Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.

Ἀλλὰ μὴν καὶ τοὐναντίον τὰ ἐκ τῶν πληθυντικῶν εἰς τὰ ἑνικὰ ἐπισυναγόμενα ἐνίοτε ὑψηλοφανέστατα.

ἔπειθ̓ ἡ Πελοπόννησος ἅπασα διειστήκει
φησί.
καὶ δὴ Φρυνίχῳ δρᾶμα Μιλήτου ἅλωσιν διδάξαντι εἰς δάκρυα ἔπεσε τὸ θέητρον.
τὸ ἐκ τῶν διῃρημένων εἰς τὰ ἡνωμένα ἐπισυστρέψαι τὸν ἀριθμὸν σωματοειδέστερον.

αἴτιον δ’ ἐπ’ ἀμφοῖν τοῦ κόσμου ταὐτὸν οἶμαι· ὅπου τε γὰρ ἑνικὰ ὑπάρχει τὰ ὀνόματα, τὸ πολλὰ ποιεῖν αὐτὰ παρὰ δόξαν ἐμπαθοῦς· ὅπου τε πληθυντικά, τὸ εἰς ἕν τι εὔηχον συγκορυφοῦν τὰ πλείονα διὰ τὴν εἰς τοὐναντίον μεταμόρφωσιν τῶν πραγμάτων ἐν τῷ παραλόγῳ.

Ὅταν γε μὴν τὰ παρεληλυθότα τοῖς χρόνοις εἰσάγῃς ὡς γινόμενα καὶ παρόντα, οὐ διήγησιν ἔτι τὸν λόγον, ἀλλ̓

110
ἐναγώνιον πρᾶγμα ποιήσεις.
πεπτωκὼς δέ τις
φησὶν ὁ Ξενοφῶν
ὑπὸ τῷ Κύρου ἵππῳ καὶ πατούμενος παίει τῇ μαχαίρᾳ εἰς τὴν γαστέρα τὸν ἵππον· ὁ δὲ σφαδάζων ἀποσείεται τὸν Κῦρον, ὁ δὲ πίπτει.
τοιοῦτος ἐν τοῖς πλείστοις ὁ Θουκυδίδης.

Ἐναγώνιος δ’ ὁμοίως καὶ ἡ τῶν προσώπων ἀντιμετάθεσις καὶ πολλάκις ἐν μέσοις τοῖς κινδύνοις ποιοῦσα τὸν ἀκροατὴν δοκεῖν στρέφεσθαι·

  1. φαίης κ’ ἀκμῆτας καὶ ἀτειρέας
  2. ἄντεσθ’ ἐν πολέμῳ· ὣς ἐσσυμένως ἐμάχοντο.
καὶ ὁ Ἄρατος
  1. μὴ κείνῳ ἐνὶ μηνὶ περικλύζοιο θαλάσσῃ.