Discourses
Epictetus
Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
ἂν μετὰ τούτων με ὁ θάνατος καταλάβῃ, ἀρκεῖ μοι ἂν δύνωμαι πρὸς τὸν θεὸν ἀνατεῖναι τὰς χεῖρας, εἰπεῖν ὅτι ἃς ἔλαβον ἀφορμὰς παρὰ σοῦ πρὸς τὸ αἰσθέσθαι σου τῆς διοικήσεως καὶ ἀκολουθῆσαι αὐτῇ, τούτων οὐκ ἠμέλησα· οὐ κατῄσχυνά σε τὸ ἐμὸν μέρος.
ἰδοῦ, πῶς κέχρημαι ταῖς αἰσθήσεσιν, ἰδοῦ, πῶς ταῖς προλήψεσιν. μή ποτέ σε ἐμεμψάμην, μή τι τῶν γινομένων τινὶ δυσηρέστησα ἢ ἄλλως γενέσθαι ἠθέλησα, μή τι τὰς σχέσεις παρέβηναι;
ὅ με σὺ ἐγέννησας, χάριν ἔχω, ὧν ἔδωκας· ἐφʼ ὅσον ἐχρησάμην τοῖς σοῖς, ἀρκεῖ μοι. πάλιν αὐτὰ ἀπόλαβε καὶ κατάταξον εἰς ἣν θέλεις χώραν. σὰ γὰρ ἦν πάντα, σύ μοι αὐτὰ δέδωκας.
οὐκ ἀρκεῖ οὕτως ἔχοντα ἐξελθεῖν; καὶ τίς βίων κρείττων ἢ εὐσχημονέστερος τοῦ οὕτως ἔχοντος, ποία δὲ καταστροφὴ εὐδαιμονεστέρα;
ἵνα δὲ ταῦτα γένηται, οὐ μικρὰ δέξασθαι οὐδὲ μικρῶν ἀποτυχεῖν. οὐ δύνασαι καὶ ὑπατεῦσαι θέλειν καὶ ταῦτα καὶ ἀγροὺς ἔχειν ἐσπουδακέναι καὶ ταῦτα καὶ τῶν δουλαρίων φροντίζειν καὶ σεαυτοῦ.
ἀλλʼ ἄν τι τῶν ἀλλοτρίων θέλῃς, τὰ σὰ ἀπώλετο. αὕτη τοῦ πράγματος ἡ φύσις· προῖκα οὐδὲν γίνεται.
καὶ τί θαυμαστόν; ἂν ὑπατεῦσαι θέλῃς, ἀγρυπνῆσαί σε δεῖ, περιδραμεῖν, τὰς χεῖρας καταφιλῆσαι, πρὸς ταῖς ἀλλοτρίαις θύραις κατασαπῆναι, πολλὰ μὲν εἰπεῖν, πολλὰ δὲ πρᾶξαι ἀνελεύθερα, δῶρα πέμψαι πολλοῖς, ξένια καθʼ ἡμέραν ἐνίοις· καὶ τί τὸ γινόμενόν ἐστιν;
δώδεκα δεσμὰ ῥάβδων καὶ τρὶς ἢ τετράκις ἐπὶ βῆμα καθίσαι καὶ κιρκήσια δοῦναι καὶ σπυρίσιν δειπνίσαι. ἢ δειξάτω μοί τις, τί ἐστι παρὰ ταῦτα.
ὑπὲρ ἀπαθείας οὖν, ὑπὲρ ἀταραξίας, ὑπὲρ τοῦ καθεύδοντα καθεύδειν, ἐγρηγορότα ἐγρηγορέναι, μὴ φοβεῖσθαι μηδέν, μὴ ἀγωνιᾶν ὑπὲρ μηδενὸς οὐδὲν ἀναλῶσαι θέλεις, οὐδὲν πονῆσαι;
ἀλλʼ ἄν τι ἀπόληταί σου περὶ ταῦτα γινομένου ἢ ἀναλωθῇ κακῶς ἢ ἄλλος τύχῃ ὧν ἔδει σε τυχεῖν, εὐθὺς μὴ δηχθήσῃ ἐπὶ τῷ γενομένῳ;
οὐκ ἀντιθήσεις, τί ἀντὶ τίνος λαμβάνεις, πόσον ἀντὶ πόσου; ἀλλὰ προῖκα θέλεις τὰ τηλικαῦτα λαβεῖν; καὶ πῶς δύνασαι;
ἔργον ἔργῳ. οὐ δύνασαι καὶ τὰ ἐκτὸς ἔχειν ἐπιμελείας τετυχηκότα καὶ τὸ σαυτοῦ ἡγεμονικόν. εἰ δʼ ἐκεῖνα θέλεις, τοῦτο ἄφες· εἰ δὲ μή, οὔτε τοῦτο ἕξεις οὔτʼ ἐκεῖνα, περισπώμενος ἐπʼ ἀμφότερα. εἰ τοῦτο θέλεις, ἐκεῖνά σε ἀφεῖναι δεῖ.
ἐκχεθήσεται τὸ ἔλαιον, ἀπολεῖται τὰ σκευάρια, ἀλλʼ ἐγὼ ἀπαθὴς ἔσομαι. ἐμπρησμὸς ἔσται ἐμοῦ μὴ παρόντος καὶ ἀπολεῖται τὰ βιβλία, ἀλλʼ ἐγὼ χρήσομαι ταῖς φαντασίαις κατὰ φύσιν. ἀλλʼ οὐχ ἕξω φαγεῖν.