Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἀπορία πᾶσι τοῖς ἀνθρώποις περὶ τὰ ἐκτὸς γίνεται, ἀμηχανία περὶ τὰ ἐκτός. τί ποιήσω; πῶς γένηται; πῶς ἀποβῇ; μὴ τόδε ἀπαντήσῃ, μὴ τόδε.

πᾶσαι αὗται αἱ φωναὶ περὶ τὰ ἀπροαίρετα στρεφομένων εἰσίν· τίς γὰρ λέγει πῶς μὴ συγκατατιθῶμαι τῷ ψεύδει; πῶς μὴ ἀπονεύσω ἀπὸ τοῦ ἀληθοῦς;

ἐὰν οὕτως ᾖ εὐφυής, ὥστε περὶ τούτων ἀγωνιᾶν, ὑπομνήσω αὐτὸν ὅτι τί ἀγωνιᾷς; ἐπὶ σοί ἐστιν· ἀσφαλὴς ἴσθι· μὴ πρὸ τοῦ ἐπάγειν τὸν φυσικὸν κανόνα προπήδα ἐν τῷ συγκατατίθεσθαι.

πάλιν ἂν περὶ ὀρέξεως μὴ ἀγωνιᾷ, μὴ ἀτελὴς γένηται καὶ ἀποτευκτική,

περὶ ἐκκλίσεως, μὴ περιπτωτική, πρῶτον μὲν αὐτὸν καταφιλήσω, ὅτι ἀφεὶς περὶ ἃ οἱ ἄλλοι ἐπτόηνται καὶ τοὺς ἐκείνων φόβους περὶ τῶν ἰδίων ἔργων πεφρόντικεν, ὅπου αὐτός ἐστιν·

εἶτα ἐρῶ αὐτῷ εἰ μὴ θέλῃς ὀρέγεσθαι ἀποτευκτικῶς μηδʼ ἐκκλίνειν περιπτωτικῶς, μηδενὸς ὀρέγου τῶν ἀλλοτρίων, μηδὲν ἔκκλινε τῶν μὴ ἐπὶ σοί. εἰ δὲ μή, καὶ ἀποτυχεῖν καὶ περιπεσεῖν ἀνάγκη.

ποία ἐνθάδʼ ἀπορία; ποῦ τόπον ἔχει πῶς γένηται; καὶ πῶς ἀποβῇ; καὶ μὴ ἀπαντήσῃ τόδε ἢ τόδε;

νῦν οὐχὶ τὸ ἐκβησόμενον ἀπροαίρετον;— ναί. — ἡ δʼ οὐσία τοῦ ἀγαθοῦ καὶ κακοῦ ἐστιν ἐν τοῖς προαιρετικοῖς; — ναί. — ἔξεστιν οὖν σοι παντὶ τῷ ἀποβάντι χρῆσθαι κατὰ φύσιν; μή τις σε κωλῦσαι δύναται;

— οὐδείς. — μηκέτι οὖν μοι λέγε πῶς γένηται; ὅπως γὰρ ἂν γένηται, σὺ αὐτὸ θήσεις καλῶς καὶ ἔσται σοι τὸ ἀποβὰν εὐτύχημα.

ἢ τίς ἂν ἦν ὁ Ἡρακλῆς λέγων πῶς μοι μὴ μέγας λέων ἐπιφανῇ μηδὲ μέγας σῦς μηδὲ θηριώδεις ἄνθρωποι; καὶ τί σοι μέλει; ἂν μέγας σῦς ἐπιφανῇ, μεῖζον ἆθλον ἀθλήσεις· ἂν κακοὶ ἄνθρωποι, κακῶν ἀπαλλάξεις τὴν οἰκουμένην.

— ἂν οὖν οὕτως ἀποθάνω; — ἀγαθὸς ὢν ἀποθανῇ, γενναίαν πρᾶξιν ἐπιτελῶν ἐπεὶ γὰρ δεῖ πάντως ἀποθανεῖν, ἀνάγκη τί ποτε ποιοῦντα εὑρεθῆναι, ἢ γεωργοῦντα ἢ σκάπτοντα ἢ ἐμπορευόμενον ἢ ὑπατεύοντα ἢ ἀπεπτοῦντα ἢ διαρροιζόμενον.

τί οὖν θέλεις ποιῶν εὑρεθῆναι ὑπὸ τοῦ θανάτου; ἐγὼ μὲν τὸ ἐμὸν μέρος ἔργον τί ποτε ἀνθρωπικόν, εὐεργετικόν, κοινωφελές, γενναῖον.

εἰ δὲ μὴ δύναμαι τὰ τηλικαῦτα ποιῶν εὑρεθῆναι, ἐκεῖνό γε τὸ ἀκώλυτον, τὸ διδόμενον, ἐμαυτὸν ἐπανορθῶν, ἐξεργαζόμενος τὴν δύναμιν τὴν χρηστικὴν τῶν φαντασιῶν, ἀπάθειαν ἐκπονῶν, ταῖς σχέσεσι τὰ οἰκεῖα ἀποδιδούς· εἰ οὕτως εὐτυχής εἰμι, καὶ τοῦ τρίτου τόπου παραπτόμενος, τοῦ περὶ τὴν τῶν κριμάτων ἀσφάλειαν.